Ancient Greek
P.Oxy. 85 5499
Documentary Papyri, P.Oxy. 85 5499
Not analysed yet
Ἀπολιναρίῳ στρατηγῷ παρὰ Ταθωνᾶτος Θέωνος τοῦ Καλαμίωνος καὶ τῆς μητρὸς Ἡραΐδος …μετὰ κυρίου τῆς μὲν Ταθωνᾶτος τοῦ συγγενοῦς …τοῦ καὶ Θέωνος Ἀπολλωνίου, τῆς δὲ Ἡραΐδος τοῦ …πάντων ἀπ’ Ὀξυρύγχων πόλεως. οὗ ἐκομίσαμεν ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. Ἄρειος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τοῦ Ὀξυρυγχίτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους κα Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Σεβαστοῦ ζ. Ἀρείῳ Ἡρακλείδου νεωκόρου τοῦ μεγάλου Σαράπιδος τῶν κεχιλιαρχηκότων γενομένου ἐξηγητοῦ υἱῷ τῶν κεχιλιαρχηκότων …ἀρχιδικαστῇ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ταθωνᾶτος Θέωνος τοῦ Καλαμίωνος καὶ τῆς μητρὸς Ἡραΐδος ἀμφοτέρων ἀπ’ Ὀξυρύγχων πόλεως. δι’ οὗ …