Ancient Greek
P.Oxy. 85 5500 col. 1
Documentary Papyri, P.Oxy. 85 5500col1
Not analysed yet
…Ἰσιδώρῳ στρατηγῷ καὶ Διδύμῳ βασιλικῷ γραμματεῖ τοῦ αὐτοῦ νομοῦ τοῖς φιλτάτοις χαίρειν. ὑπομνηματισμοῦ Οὐλπίου Σερηνιανοῦ τοῦ κρατίστου ἀρχιερέως γενομένου ἐν διαλογισμῷ …ηλης και… …ικον συντείνοντος ἀντίγραφον ὡς ἐπεστάλημεν ὑπὸ τοῦ ἐκείνου τοῦ νομοῦ ἐκλογιστοῦ ὑπέταξα, φίλτατοι, ἵν’ εἰδῆτε. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Παυνι. ἔστι δέ· Οὔλπιος Σερηνιανὸς ὁ ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν εἶπεν· οἱ ἐκλογισταὶ καὶ οἱ βασιλικοὶ γραμματεῖς διακρίσεις ἃς ὑπερέθεντο ἐν τριμήνῳ ποιησάσθωσαν, καὶ εἰς τὸ ἑξῆς καθ’ ἕκαστον ἔτος ἐν τῇ αὐτῇ προθεσμίᾳ τὰς τοῦ παρελθόντος ἐνιαυτοῦ ποιείσθωσαν ἢ οὐκ ἀθῷοι ἔσονται. τοῦτο δὲ ἀναγκαίως ἵστημι ἵν’ ἐν καιρῷ τῆς ἑκάστου παραγραφῆς φαινομένης εὐχερεστέρα καὶ ἡ παρὰ τῶν εὐπόρων ἀπαίτησις γίνηται πρὸς τὸ μὴ ἐκ ταύτης τῆς ἀμελείας δυσείσπρακτόν τι γενέσθαι καὶ αὐτοὺς τὴν ζημίαν κατὰ τὸ ἀναγκαῖον ὑπομεῖναι. τοῦτο δὲ καὶ ἐπὶ τῶν διαλογιζομένων νομῶν καθολικῶς ἵστημι· οἱ δὲ στρατηγοὶ καὶ οἱ βασιλικοὶ γραμματεῖς, ἐὰν μὴ ἐν αἷς ὥρισα προθεσμίαις ἕκαστα ἐξετάσωσι, ἴστωσαν καὶ αὐτοὶ οὐκ ἀνεύθυνοι ἐσόμενοι. ἐφ’ ὧν δὲ προθεσμίαν οὐκ ἔδωκα, ἵστημι ἵνα καὶ αὐτὰ ἐν τριμήνῳ ἀπαρτισθῇ. εἰ δέ τινες ἐντόπιοι κατήγοροι, περιόντες καὶ εἴδεσι ἐμφερόμενοι ἐφ’ ὧν τῆς ἀναγνώσεως κληθέντες οὐχ ὑπήκουσαν, περὶ ὧν εἰδικῶς περὶ προστίμου οὐκ ἔκρινα πραχθήτωσαν τὰ ὡρισμένα. Ἰσιδώρωι στρατηγῶι ἔτους ια ……ε… …στρατηγῷ καὶ Διδύμωι βασιλικῶι γραμματεῖ Διοπολίτου Θηβαΐδος …