Ancient Greek
P.Oxy. 85 5520
Documentary Papyri, P.Oxy. 85 5520
Not analysed yet
……ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας χρυσοῦ νομισμάτια πέντε ἰδιωτικῷ ζυγῷ παρὰ κεράτια εἴκοσι, γίνονται χρυσοῦ νομισμάτια ε παρὰ κεράτια κ ἰδιωτικῷ ζυγῷ κεϕαλαίου ἐπὶ τῷ με χορηγεῖν σοι τὸν ὑπὲρ αὐτῶν νόμιμον ἑκατοστιαῖον τόκον ἀπὸ τῆς σήμερον ἥτις ἐστὶν Ἐπειϕι ὀγδόη καὶ εἰκὰς τοῦ ἐνεστῶτος ἔτους ρϙϛ ρξε τῆς τρεισκαιδεκάτης ἰνδικτίονος, ἀρχῇ τεσσερεσκαιδεκάτης ἐπινεμήσεως, ὅπερ διάφορον καὶ τὰ αὐτὰ τοῦ κεϕαλαίου χρυσοῦ νομισμάτια πέντε παρὰ τὰ αὐτὰ κεράτια εἴκοσι ἰδιωτικῷ ζυγῷ ἀκίνδυνα ὄντα ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω ὁπηνίκα ἂν ἀπολαβεῖν βουληθείης ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας. πρὸς δὲ ἀσφάλειαν τῆς ἀποδόσεως ἐντεῦθεν ἤδη ὑπεθέμην σοι λόγῳ ἐνεχύρου καὶ ὑποθήκης δικαίῳ ἐκ τοῦ διαϕέροντός μοι μέρους οἰκίας ὁλοκλήρου διακειμένης ἐπὶ τῆσδε τῆς πόλεως ἐπ’ ἀμϕόδου Πραιτωρίου ἐν ῥύμῃ …ἐριεμπόρων ὁλόκληρον συμπόσιον …μετὰ τῶν αὐτοῦ δικαίων καὶ χρηστηρίων πάντων ὥστε σὲ …τὸ αὐτὸ συμπόσιον καὶ τὰ δίκαια πάντα …μιων…σ…