Ancient Greek
P.Oxy. 85 5521
Documentary Papyri, P.Oxy. 85 5521
Not analysed yet
π βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ, ὑπατείας τῆς αὐτῶν γαληνότητος τὸ β, Μεχειρ κγ, ἰνδικτίωνος β. Φλαουΐῳ Ἀπίωνι τῷ πανευϕήμῳ καὶ ὑπερϕυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευϕήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Μηνᾶς θυρουρὸς τοῦ ἐνδόξου οἴκου, υἱὸς τοῦ θαυμασιωτάτου Σερήνου, μετ’ ἐγγυητοῦ τοῦ καὶ ἀναδεχομένου αὐτὸν ἐν τούτῳ τῷ συναλλάγματι ἐμοῦ Ἰωάννου, νομικαρίου καὶ ῥιπαρίου, υἱοῦ τοῦ μακαρίου Φιλοξένου, ἀμϕότεροι ὁρμώμενοι ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως, ἑξῆς ὑπογράϕοντες ἰδίᾳ χειρί, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ πρωτότυπος Μηνᾶς ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς τὸν ἔνδοξον οἶκον τῆς ὑμῶν ὑπερϕυΐας ἤτοι διὰ τῶν αὐτῇ προσήκοντων ἐπὶ ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ εἰκάδος τρίτης τοῦ παρόντος μηνὸς Μεχειρ τῆς παρούσης δευτέρας ἰνδικτίωνος, ἐπὶ τῷ με τὴν χώραν τοῦ θυρουροῦ τοῦ προαστίου αὐτῆς ἀποπληρῶσαι ἀόκνως καὶ ἀκαταγνώστως, δεχόμενος λόγῳ μισθοῦ παντὸς τοῦ ἑνὸς ἐνιαυτοῦ χρυσοῦ νομίσματα δύο καὶ σίτου καγκέλλῳ ἀρτάβας δώδεκα καὶ οἴνου γεουχικὰ κνίδια εἴκοσι πέντε, καὶ μὴ δύνασθαί με πρὸ τέλους τοῦ ἑνὸς ἐνιαυτοῦ ὑπαναχωρῆσαι ἀπὸ τῆς τοιαύτης χρείας δίχα ὑπερθέσεως καὶ πόνου τινός· εἰ δὲ τοῦτο ποιήσω πρὸ τέλους τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ, ὁμολογῶ ζημιοῦσθαι τοὺς ἐμοὺς μισθούς, ἢ κἀγὼ ὁ τούτου ἐγγυητής. κύριον τὸ συνάλλαγμα ἁπλοῦν γραϕὲν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Μηνᾶς υἱὸς τοῦ θαυμασιωτάτου Σερήνου ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ συνάλλαγμα …συνάλλαγμα Μηνᾶ …ο…του α …τῆς Ὀξυρυγχιτῶν πόλεως