Ancient Greek
P.Oxy. 85 5530
Documentary Papyri, P.Oxy. 85 5530
Not analysed yet
……ρ… …τοῦ θεοῦ χάριτος· αὕτη γάρ ἐστιν ἡ εὐχὴ ἡμῶν. ἀξιῶ δὲ καί, ἐπειδὴ μᾶλλον ἐμοῦ φροντίζεις εἰς τὸ κατ’ ἐμέ, ἵνα ταχέως μοι ἀγοράσῃς μίαν λίτραν σκίλλης Κρητικῆς ὅσου ἐστὶν μόνον, ποίησον σὺ τὸ ἀγαθόν σου, καὶ πίτυος ἥμισυ λίτρας, καὶ κέλευσον τίνι θέλεις τὴν τιμὴν δῶ, μόνον ὅσου ἐστίν. ἡ ἀδελφή σου ὁλοκληροῦσα προσαγορεύει σε καὶ τὰ παιδία σου καὶ Νήφων καὶ Ἄφυγχις πολλά σε προσαγορεύουσιν καὶ ἡ μήτηρ μου καὶ ὁ πατὴρ προσαγορευουσίν σε. σὺ παρ’ ἡμῶν καὶ τὸν ἀδελφὸν Ἑρμείαν παρ’ ἐμοῦ. ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, ἀδελφέ. Φαωφι κα. …εων