Ancient Greek
P.Oxy. 85 5531
Documentary Papyri, P.Oxy. 85 5531
Not analysed yet
τῷ δεσπότῃ μου τιμιωτάτῳ υἱῷ Τιμοθέῳ Πέτρος. θαυμάζω πῶς ἕως τῆς σήμερον οὐ καὶ ἐζήτησας τὸ μαφόριον τῆς μητρὸς Θεογνώστης, οὔτε ἐδήλωσας εἰ εὑρέθη ἤ οὔ. εἴπερ ἐν τῇ πόλει σοῦ ἐστιν, ἐπιζήτησον διὰ πάσης ἀκριβείας εὑρεῖν αὐτό. καὶ γὰρ εἶπον τοῖς ἀνθρώποις σου διὰ τοῦ κυρίου μου Παύλου ἐκεῖ αὐτὸ ἐπιζητῆσαι …τος ἐρχομένου ἐν Ὀξυρύγχων πόλει ἐκλέξαι τοὺς ἀνθρώπους σου. ἀλλὰ μὴ ἀμελήσῃς τοῦ ἐπιζητῆσαι αὐτό. εἴπερ οὐκ ἠγόρασας τὰ δύο λινούδια καὶ τὸ φακιάλιον, ἀπόστειλόν μοι τὸν ὁλοκόττινον· εἴτε ἠγόρασας, ἀπόστειλόν μοι καὶ τὸ πρόλοιπον τοῦ ὁλοκοττίνου …κ… πολλὰ προσαγορεύω τὰ τέκνα μου Δανιὴλ καὶ …τῷ δεσπότῃ μου vestig