Ancient Greek
P.Oxy. 86 5549
Documentary Papyri, P.Oxy. 86 5549
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος …Σεβαστοῦ, Περιτίου κζ …Χοιακ κζ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος ἐπ’ ἀγορανόμων …δου καὶ Ἡλιοδώρου καὶ Θ… ἀφεῖκεν ἐλεύθερον ὑπὸ Δία Γῆν Ἥλιον Ἀρτεμίδωρος Σαραπίωνος τοῦ Ἀρτεμιδώρου …ὁ καὶ Ἀλθαιεὺς ὡς ἐτῶν μβ ἄσημος ἐν ἀγυιᾷ τὸν ὑπάρχοντα αὐτῷ ἀγοραστὸν πρότερον …Ἁρποκρατίωνος τοῦ Ἀπολλωνίου δοῦλον Πλουτίωνα ὡς ἐτῶν …οὐλὴ παρὰ γαστροκνημίᾳ δεξιᾷ ἀργυρίου ἐπισήμου δραχμῶν δέκα καὶ ὧν τέτακται ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ τοῦ ἐλευθερουμένου Πλουτίωνος …τοῦ Μνησιθέου μητρὸς Πτολέμας τῶν ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν κγ οὐλὴ ὀφρύι ἀριστερᾷ λύτρων ἀργυρίου δραχμῶν ἐνακοσίων, ἃς οὐκ ἐξέσται τῷ …μετελθεῖν τὸν ἐλευθερούμενον Πλουτίωνα οὐδὲ τοὺς παρ’ αὐτοῦ τρόπῳ οὐδενί. γνωστὴρ τῆς ἐλευθερώσεως …Σαραπίωνος τοῦ Σαραπίωνος Προπαπποσεβάστειος ὁ καὶ Ἀλθαιεὺς ὡς ἐτῶν με οὐλὴ …ἐν ἀγυιᾷ τῇ αὐτῇ. Ἀρτεμίδωρος Σαραπίωνος τοῦ Ἀρτεμιδώρου …