Ancient Greek
P.Oxy. 86 5550
Documentary Papyri, P.Oxy. 86 5550
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Καισαρείου …Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ὁμολογεῖ Διδύμη Ἀπολλωνίου τοῦ …μητρὸς Ἀρσινόης τῆς Ἀρίστωνος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ἑαυτῆς …Ἀρίστωνος τοῦ Διογένους τοῦ Ἀπ… μητρὸς Ἀπίας τῆς Σαραπίωνος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως τῷ ἑαυτῆς υἱῷ Διδύμῳ Ἡρακλείδου τοῦ Ἡρακλείδου ἐν ἀγυιᾷ συνεστακέναι αὐτὸν κατὰ τήνδε τὴν ὁμολογίαν ἐξαλλοτριώσοντα τὸν ὑπάρχοντα αὐτῇ δοῦλον …ἀναίρετον ὡς ἐτῶν τριάκοντα ἓξ τοῖς προσελευσομένοις τῷ ἀγορασμῷ, ἐφʼ ᾧ τὴν δοθησομένην τούτου τιμὴν ἀποκαταστήσει αὐτῇ ὁ υἱὸς Δίδυμος, τῆς πίστεως περὶ αὐτὸν οὔσης, τῆς τούτου βεβαιώσεως ἐξακολουθούσης τῇ Διδύμῃ· εὐδοκεῖν γὰρ αὐτὴν πᾶσι οἷς ἐὰν ὁ Δίδυμος περὶ τοῦ δούλου οἰκονομήσῃ. ἐὰν δὲ συμβῇ τὴν Διδύμην τελευτῆσαι πρὶν ἢ τὸν Δίδυμον ἐξαλλοτριῶσαι τὸν δοῦλον, ἔσται οὗτος κατὰ τὴν σύστασιν τοῦ Διδύμου διὰ τὸ ἐπὶ τούτοις ……ε…