Ancient Greek
P.Oxy. 86 5554
Documentary Papyri, P.Oxy. 86 5554
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Mεγίστων, Δαισίου Φαρμουθι ,ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος, ἐπ’ ἀγορανόμου Νείλου. ἀφεῖκεν ἐλεύθερον ὑπὸ Δία Γῆν Ἥλιον Θέων …ολ…ν… τοῦ Ὀννώφριος μητρὸς Βερενίκης ἀπ’ Ὀξυρύγχων πόλεως ὡς ἐτῶν …οὐλὴ μετώπῳ μέσῳ ἐν ἀγυιᾷ τὸν ὑπάρχοντα αὐτῷ οἰκογενῆ ἐκ δούλης Ὠφελοῦτος δοῦλον Εὐτύχην ὡς ἐτῶν ε ἄσημον ἀργυρίου ἐπισήμου δραχμῶν δέκα καὶ ὧν τέτακται ὑπὲρ αὐτοῦ τῷ προγεγραμμένῳ Θέωνι Διονύσιος ἀπελεύθερος Διοδώρου Σαρᾶτος μητρὸς Σε… Ὀννώφριος ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν με ἄσημος λύτρων ἀργυρίου δραχμῶν πεντακοσίων, ἃς οὐκ ἐξέσται τῷ Διονυσίῳ μετελθεῖν τὸν ἐλευθερούμενον Εὐτύχην οὐδὲ τοὺς παρ’ αὐτοῦ τρόπῳ οὐδενί. γνωστὴρ τῆς ἐλευθερώσεως Πέκυσις Πλουτίωνος μητρὸς Τετοσίριος ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν μγ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ἐν ἀγυιᾷ τῇ αὐτῇ.