Ancient Greek
P.Oxy. 86 5555 Ro
Documentary Papyri, P.Oxy. 86 5555r
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου …ἐν Ὀξυρύγχων πόλει, ἐπὶ ἐπιτηρητῶν ἀγορανομείου …ἐπρίατο Ἡλιόδωρος ὁ καὶ Ἀπίων Σωσιβίου μητρὸς ἀπὸ …παρὰ Ἀρσινόης χρηματιζούσης μητρὸς Τύχης προνοητρίας Θέωνος ἀφήλικος υἱοῦ Κλαυδίου Ἀπολλωνίου μητρὸς …ἀπὸ διαθήκης τοῦ αὐτοῦ Ἀπολλωνίου, μετὰ κυρίου Σαραποδώρου Νεοπτολέμου μητρὸς …ἀπὸ τῆς αὐτῆς πόλεως …ἐπιτηρηταῖς τῇ ιϛ τοῦ ὄντος μηνὸς ποιουμένη καταγραφὴν ἑτέρας δούλης τ… ἐν ἀγυιᾷ ἀκολούθως τῷ ἐπισταλέντι τοῖς αὐτοῖς τοῦ ἀγορανομείου ἐπιτηρηταῖς …ἐκ τετελευτηκυίης δούλης Τύχης δούλην Διονυσίαν ὡς ἐτῶν β. παρείληφεν …ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ αὐτόθι ἀπέσχεν …τάξονται τῷ ἀφήλικι ἡλικίας γενομένῳ χαλκοῦ ταλάντων δέκα τρισχιλίων …ἱερεῖ ἐνάρχῳ ἐξηγητῇ παρὰ Ἀρσινόης χρηματιζούσης μητρὸς Τύχης …τοῦ ἀφήλικος Κλαυδίου Ἀπολλωνίου διαθήκης, Σαραπίωνος Γαίου ἀπὸ …πρὸς μόνην ταύτην τὴν οἰκονομίαν ἐπιγραφησόμενόν μου κύριον καὶ γράψοντα ὑπὲρ ἐμοῦ γράμματα μὴ εἰδυίης …ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου …ἱερεὺς ἔναρχος ἐξηγητής· εἰ μηδὲν ἀντιπίπτει, δύνασαι ὡς ἀξιοῖς κυρίῳ καὶ ὑπογραφεῖ χρήσασθαι Σαραποδώρῳ Νεοπτολέμου πρὸς μόνην ταύτην τὴν οἰκονομίαν ……εντωνμ…. παρὰ Ἀρσινόης χρηματιζούσης μητρὸς Τύχης προνοητρίας Θέωνος ἀφήλικος ……δουλικὰ σώματα τρία τοῦ ὀρφανοῦ, ἐπακολουθοῦντος κατὰ τὴν αὐτὴν διαθήκην Σ… …Σαραπίωνι τῷ καὶ Ζωίλῳ Σαραπίωνος δραχμῶν χιλίων ὀκτακοσίων. Διονυσι …ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου, Μεσορη θ. Ἀρσινόη χρηματίζουσα μητρὸς Τύχης ……μετὰ κυρίου Σαραποδώρου Νεοπτολέμου ἀπὸ τῆς αὐτῆς πόλεως ……ντον αρ …ω, ἃ καὶ ἐκυρώθη ἐξ ἀναβιβασμοῦ, ἐπακολουθοῦντος ……μενος α…νιος Σαραπίωνι τῷ καὶ Ζωίλῳ Σαραπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ……καταγραφὴν ποιουμένη τῶν προκειμένων σωμάτων τριῶν …Σαραπόδωρος Νεοπτολέμου ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. …