Ancient Greek
P.Oxy. 86 5558
Documentary Papyri, P.Oxy. 86 5558
Not analysed yet
……σπ…χ… …Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν …παρὰ Θέωνος Σαραπίωνος ἀπ’ Ὀξυρύγχων πόλεως ἐπιτρόπου Ἁρθώνιος ἀφήλικος υἱοῦ Σαραπίωνος …πρότερον …ἀπελευθέρας Ἁρθώνιος …νε… κληρονόμος δουλικὰ σώματα δύο Κλαυδίαν ὡς ἐτῶν κζ ἄσημον κατὰ τὸ δίμοιρον, τοῦ τρίτου αὐτῆς πρὸς ὑπηρεσίαν ὑπὸ τῆς Τνεφερσόιτος καταλειφθέντος κατὰ διαθήκην Πλήμει ἀπελευθέρῳ Σαραπᾶ καὶ Σπαρτᾶτος ἐφ’ ὃν περίεστι χρόνον, καὶ Χωσίωνα υἱὸν αὐτῆς ὁλόκληρον ὡς ἐτῶν ζ ἄσημον, ἅπερ δοῦλα παραφέρων ἀξιῶ ……δευτέρᾳ προκηρύξει ……δραχμὰς ἐνακοσίας Πέκυλλος ὁ καὶ Θέων διάδοχος τῆς τοῦ θέσει αὐτοῦ πατρὸς Πτολεμαίου ἐξηγητείας …τα σώματα …τὴν καὶ νῦν δοθεῖσαν αἵρεσιν …δημοσίᾳ προθεῖναι, ἵνα πάντες εἰδῶσι καὶ οἱ βουλόμενοι ἀμείνονα διδόναι αἵρεσιν προκηρύξει προσέλθωσιν …ρέξει αὐτά. ἀνέγνων. μετ’ ἄλλα· ιζ δημοσίᾳ πρὸς τῷ Τυχαίῳ· Θέωνος Σαραπίωνος ἀπ’ Ὀξυρύγχων πόλεως ἐπιτρόπου Ἁρθώνιος ἀφήλικος υἱοῦ Σαραπίωνος προσαγαγόντος δουλικὰ σώματα δύο τοῦ ἀφήλικος, Κλαυδίαν κατὰ τὸ δίμοιρον καὶ τὸν ταύτης υἱὸν Χωσίωνα ὁλόκληρον, ὁ διάδοχος ἐποίησεν αὐτὰ ἐπὶ πλεῖστον προκηρυχθῆναι. τρίτῃ προκηρύξει εὑρόντων ἐξ ἀναβιβασμοῦ παρὰ Πλήμιος ἀπελευθέρου Σαραπᾶ καὶ Σπαρτᾶ ὅλας ἐπὶ τὸ αὐτὸ δραχμὰς χιλίας καὶ μηδενὸς πλέον δόντος, Πέκυλλος ὁ καὶ Θέων διάδοχος τῆς τοῦ θέσει αὐτοῦ πατρὸς Πτολεμαίου ἐξηγητείας κυρώσας …