Ancient Greek
P.Oxy. 86 5559
Documentary Papyri, P.Oxy. 86 5559
Not analysed yet
…ἄλλων κριτηρίων παρὰ Λουκίου Ἑρεννίου Πετρωνιανοῦ καὶ Αὐρηλίας Κρονιαίνης Πλου …ἀπὸ κώμης Τήεως τοῦ Ὀξυρυγχίτου νομοῦ χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ. συγχωρεῖ ἡ Αὐρηλία Κρονίαινα ἀπεσχηκέναι παρὰ τοῦ Λουκίου Ἑρεννίου Πετρωνιανοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας οὔσας ὑπὲρ τροφείων καὶ ἐλαίου καὶ ἱματισμοῦ καὶ τῆς ἄλλης δαπάνης πάσης ἐτῶν δύο οὗ ἐτρόφευσεν τῇ δούλῃ τῆς Κρονιαίνης δουλικοῦ παιδίου θηλυκοῦ κοπριαναιρέτου τοῦ Λουκίου Ἑρεννίου Πετρωνιανοῦ ὀνόματι Θερμουθίου, καὶ μὴ ἐγκαλεῖν τὴν Κρονίαιναν τῷ Λουκίῳ Ἑρεννίῳ Πετρωνιανῷ περὶ τῶν προκειμένων τροφείων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς γραπτοῦ ἢ ἀγράφου πράγματος τὸ σύνολον τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας μηδὲ ἄλλον τινὰ ὑπὲρ αὐτῆς μηδένα κατὰ μηδένα τρόπον μηδὲ τὸν Λούκιον Ἑρέννιον Πετρωνιανὸν παρειληφότα παρ’ αὐτῆς τὸ παιδίον Θερμούθιον ἐγκαλεῖν τῇ Κρονιαίνῃ …καθάπερ ἐκ δίκης περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθεῖσα ἡ Κρονίαινα ὑπὸ τοῦ Ἑρεννίου ὡμολόγησεν. ……σ… συγχώρησις ἀποχῆς τροφείων δούλης Θερμουθίου πρὸς Λούκιον Ἑρέννιον Πετρωνιανόν.