Ancient Greek
P.Oxy. 86 5561
Documentary Papyri, P.Oxy. 86 5561
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ ἀρχιερατεύσαντι βιβλιοφύλακι ἐγκτήσεων Ὀασίτου ἄνω παρὰ Αὐρηλίας Τβήκιος Ἐπαφροδίτου ἀπελευθέρου Σενοσίριος ἀπὸ Μώτεως. ἀπογράφομαι παρὰ σοὶ τὴν ὑπάρχουσάν μοι δούλην Ἰσιδώραν οὖσαν πρὸς τὸ ἐνεστὸς ἔτος ἐτῶν ιζ καὶ ἀξιῶ τὴν δέουσαν παράθεσιν διὰ τῶν παρὰ σοὶ διαστρωμάτων γενέσθαι καὶ ὀμνύω τὴν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην …ἐπιδεδωκέναι τὴν ἀπογραφήν. ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεσορη. Αὐρηλία Τβῆκις ἡ προκειμένη ἐπιδέδωκα. ἔγραψα ὑπὲρ αὐτῆς Αὐρήλιος …ἀδελφός. …γρ …δ …