Ancient Greek
P.Oxy. 86 5562
Documentary Papyri, P.Oxy. 86 5562
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιος Ζωΐλος Χωσίωνος μητρὸς Ἀπολλωνοῦτος καὶ Πατέρμουθις Διονυσίου μητρὸς Σαραπιάδος γέρδις ἀμφότεροι ἀπ’ Ὀξυρύγχων πόλεως ὁ μὲν Ζωΐλος ἐκδεδόσθαι τὴν ἑαυτοῦ δούλην Ἑλένην ἐπὶ χρόνον ἔτη τρία πρὸς μάθησιν τῆς γερδιακῆς τέχνης, παρέχων αὐτὴν ἀπὸ ἀνατολῆς ἡλίου μέχρι δύσεως, ἐπὶ μὲν τὴν πρώτην ἑξάμηνον ἄνευ μισθοῦ, τῇ δὲ δευτέρᾳ ἑξαμήνῳ μισθοῦ ἑκάστου μηνὸς ἀνὰ δραχμὰς δώδεκα, τῷ δὲ δευτέρῳ ἐνιαυτῷ ὁμοίως καθ’ ἕκαστον μῆνα ἀνὰ δραχμὰς εἴκοσι, ἐπὶ δὲ τὸν τρίτον ἐνιαυτὸν τῇ μὲν πρώτῃ ἑξαμήνῳ ἀνὰ δραχμὰς εἴκοσι ὀκτώ, τῇ δὲ δευτέρᾳ ἑξαμήνῳ ἑκάστου μηνὸς ἀνὰ δραχμὰς τεσσαράκοντα τέσσαρας, ὁ δὲ Πατέρμουθις ……καὶ ἐκδιδάξειν αὐτὴν ἐπὶ τὸν προκείμενον χρόνον καθὼς καὶ αὐτὸς ἐπίσταται. …χρoν… …μο… …ἀργήσῃ ἢ ἀσθενήσῃ …ια… μετὰ τὸν χρόνον παραμενεῖ τῷ διδασκάλῳ ……ἀργήσει …ἐν ἑορταῖς …,οὐκ ἐξόντος οὐδενὶ τῶν ὁμολογούντων παρα …ξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου καὶ Γαΐου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ Μεγίστου …