Ancient Greek
P.Oxy. 86 5563
Documentary Papyri, P.Oxy. 86 5563r
Not analysed yet
ἔτους τρίτου Αὐτοκρατόρων Καισάρων Γαΐου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Δύστρου Τυβι ἐν Ὀξυρύγχων πόλει, ἐπὶ Αὐρηλί …ἐπρίατο Αὐρηλία Κασία Ζωΐλου μητρὸς Αἰλίας …ιαίνης τῆς καὶ ……ὡς ἐτῶν με ἀσήμου παρὰ Αὐρηλίου Α…ου Ἀγαθίνου …μετὰ συμβεβαιωτοῦ ……υἱοῦ Βερενίκου τοῦ καὶ Ἀμμωνίου ἐπικαλουμένου …ἐν ἀγυιᾷ τὸν ὑπάρχοντα αὐτῷ ὠνηθέντα ὑπ’ αὐτοῦ κατὰ χρηματισμὸν γενόμενον διὰ τοῦ ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἀγορανομείου ……τῇ αὐτῇ ὠνουμένῃ ἐφ’ ὑπογραφῆς τοῦ αὐτοῦ ἀποδομένου ……ς κατὰ τοὺς νόμους ἀγορασθέντα ὑπὸ τῆς συνο… …γενομένου εὐθηνιάρχου καὶ βουλευτοῦ τῆς λ… …ἀγορανομείου τῷ ἐνεστῶτι γ ἔτει μηνὶ Χοιακ ……ἀπὸ καταπλόου ὡς ἐτῶν κα οὐλὴν ἔχοντα ὀφρύι …ὅνπερ δοῦλον αὐτόθι παρείληφεν ἡ ὠνουμένη παρὰ τοῦ ἀποδομένου τοῦτον τοιοῦτον ἀναπόρριφον ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς ἀνακριθέντα ὡς διὰ τοῦ προτέρου χρηματισμοῦ δηλοῦται ……τὴν ὠνουμένην διὰ τοῦ αὐτοῦ υἱοῦ αὐτῆς, τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τοῦ αὐτοῦ δούλου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς δισχιλίας πεντακοσίας αὐτόθι ἄπεσχεν ὁ ἀποδόμενος Αὐρήλιoς Α… παρὰ τῆς ὠνουμένης Αὐρηλίας Κασίας ……τῇ αὐτοῦ πίστει. πωλεῖ καὶ βεβαιοῖ ὁ αὐτὸς Α… μετὰ συμβεβαιωτοῦ τοῦ αὐτοῦ …τὸν αὐτὸν δοῦλον ὡς πρόκειται. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγενῆσθαι ἐπηρώτησεν ἡ ὡνουμένη διὰ τοῦ αὐτοῦ υἱοῦ αὐτῆς, ὡμολόγησεν ὁ ἀποδόμενος …