Ancient Greek
P.Oxy. 9 1195
Documentary Papyri, P.Oxy. 9 1195
Not analysed yet
Ἀπολλωνίωι κριτῆι δοθέντι ὑπὸ Πετρωνίου Μαμερτείνου τοῦ κρατίστου ἡγεμόνος. Ἑρμαῖος ὁ καὶ Ἀνουβίων Ἑρμαίου τῶν ἀπὸ Ἑρμοῦ πόλεως τῆς μεγάλης ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἐρεῖν ἐπὶ σοῦ αὔριον ἥτις ἐστὶν εἰκὰς τοῦ ἐνεστῶτος μηνὸς Μεχεὶρ ἐκβιβάζων τὰ ἐνεστῶτά μοι πρὸς Ἑρμαῖον Ἀπολλωνίδου τοῦ …νος, ἢ ἔνοχος εἴην τῶι ὅρκωι. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ ἐννεακαιδεκάτῃ.