Ancient Greek
P.Oxy. 9 1196
Documentary Papyri, P.Oxy. 9 1196
Not analysed yet
Ἀνουβίωνι στρατηγῷ Ὀξυρυγχείτου. Πτολλᾶς Ἰσίωνος μητρὸς Στεφανοῦτος ἀπʼ Ὀξυρύγχων πόλεως εἰσδοθεὶς ἅμα ἄλλοις ὑπὸ τοῦ νυνὶ τῆς αὐτῆς πόλεως ἀμφοδογραμματέως εἰς πρακτορείαν σιτικῶν μητροπολιτικῶν λημμάτων γενήματος τοῦ ἐνεστῶτος κα ἔτους ἀπηλιώτου τοπαρχίας Πακέρκη τόπων ὀμνύω τὴν τοῦ κυρίου Αὐτοκράτορος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστοῦ τύχην ἀντιλήμψεσθαι τῷ προσήκοντι χρόνῳ τῆς δηλουμένης χρείας καὶ ταύτην ἐκτελέσειν ἐμφανὴς ὢν ὁπόταν ἐπιζητηθῶ ὑπαντῶν τοῖς γεινομένοις μηνιαίοις εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι …χειρογραφία Πτολλᾶτος Ἰσίωνος πράκτορος σιτικῶν Πακέρκη, γνωστὴρ Ἀμμώνιος Σαραπᾶτος τοῦ …ου ἐξηγητεύσας. …