Ancient Greek
P.Oxy. 9 1206
Documentary Papyri, P.Oxy. 9 1206
Not analysed yet
ὑπατείας Ἰουλίου Κωνσταντίου πατρικίου ἀδελφοῦ τοῦ δεσπότου ἡμῶν Κωνσταντίνου Αὐγούστου καὶ Ῥουφίου Ἀλβίνου τῶν λαμπροτάτων. Αὐρήλιοι Ἡρακλῆς Ἁράσιος τὸ ἐφέστιον ἔχων ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει καὶ ἡ συνοῦσα γυνὴ Ἀσάριον Ἀγάθωνος ἀπὸ τῆς αὐτῆς πόλεως καὶ Αὐρήλιος Ὡρίων Ὡρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἀλλήλοις χαίρειν. ὁμολογοῦμεν ἡμεῖς μὲν ὅ τε Ἡρακλῆς καὶ ἡ γυνὴ Εἰσάριον ἐκδεδωκέναι σοὶ τῷ Ὡρίωνι τὸν ἐξ ἡμῶν υἱὸν Πατερμοῦθιν ὡς ἐτῶν δύο εἰς υἱοθεσίαν, ἐμὲ δὲ τὸν Ὡρίωνα ἔχειν τοῦτον γνήσιον υἱὸν πρὸς τὸ μένειν αὐτῷ τὰ ἀπὸ τῆς διαδοχῆς τῆς κληρονομίας μου δίκαια, καὶ οὐκ ἐξέσται μοι τοῦτον ἀπώσασθαι οὔτε εἰς δουλαγωγίαν ἄγειν διὰ τὸ εὐγενῆ αὐτὸν εἶναι καὶ ἐξ εὐγενῶν γονέων ἐλευθέρων, ὥσπερ οὐδὲ καὶ ἡμῖν τῷ τε Ἡρακλείῳ καὶ τῇ γυναικὶ Εἰσαρίῳ ἐξέσται τὸν παῖδα ἀποσπᾶν ἀπὸ σοῦ τοῦ Ὡρίωνος διὰ τὸ ἁπαξαπλῶς εἰς υἱοθεσίαν ἐκδεδωκέναι σοι αὐτὸν, οὐδʼ αὖ μετὰ ταῦτα ἐξέσται τινὶ παραβαίνειν τὰ ἐνγεγραμμένα διὰ τὸ ἐπὶ τούτοις συμπεπεῖσθαι καὶ συντεθεῖσθαι. κύρια τὰ τῆς υἱοθεσίας γράμματα δισσὰ γραφέντα πρὸς τὸ ἑκάτερον μέρος ἔχειν μοναχόν, καὶ ἐπερωτηθέντες ὑπʼ ἀλλήλων ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης Φαρμοῦθι …Αὐρήλιος Ὡρίων παρείληφα τὸν παῖδα εἰς υἱοθεσίαν καὶ ἀπογράψομαι αὐτὸν εἰς ἐμαυτοῦ γνήσιον υἱὸν πρὸς τὸ μένειν αὐτῷ τὰ ἀπὸ τῆς διαδοχῆς ἐκ κληρονομίας μου ὡς πρόκιται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.