Ancient Greek
P.Oxy. 9 1207
Documentary Papyri, P.Oxy. 9 1207
Not analysed yet
……ἀπʼ Ὀξυρύγχων πόλεως ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ α Θὼθ τοῦ εἰσιόντος ιζ ἔτους ὃν ἔχουσι ἐπʼ ἀμφόδου Ἑρμαίου καμηλῶνα σὺν τοῖς τούτου χρηστηρίοις πᾶσι εἰς ὀρνιθῶνα, παρὲξ τόπων ἐνχρῃζόντων εἰς ἐλαιουργεῖον ὧν ἐὰν αἱρῆται ὁ Ἐπίμαχος, ἐνοικίου τῶν λοιπῶν τόπων ἐπὶ τὴν πενταετίαν κατʼ ἔτος δραχμῶν τριακοσίων καὶ ἐκτάκτων ὁμοίως κατʼ ἔτος ἀλεκτρυόνων τελείων τεσσάρων ,ὀρνίθων τελείων τοκάδων ὀκτώ ,ᾠῶν ἑκατόν ,καὶ σπονδῆς παιδαρίοις δραχμῶν ὀκτώ . βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τοῖς μεμισθωκόσι τὰ μὲν ἔκτακτα ὁπόταν βούλωνται τὸ δὲ ἐνοίκιον ἐν προθεσμίαις δυσὶ Φαμεννὼθ καὶ Μεσορὴ ἀνυπερθέτως. χράσθω οὖν ὁ αὐτὸς μεμισθωμένος σὺν τοῖς παρʼ αὐτοῦ υἱοῖς καὶ οἷς …τοῖς μισθουμένοις αὐτῷ τόποις …