Ancient Greek
1208.26 to 1208.32
Documentary Papyri, P.Oxy. 9 1208.26-32
Not analysed yet
ἔτους ϛ καὶ ἔτους ε τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν Ἐπεὶφ ια. Αὐρήλιος Θώνιος Θώνιος πέπρακα καὶ παρεχώρησα τῶν ἀρουρῶν τεσσάρων σὺν μέρει ὑδρευμάτων τῶν ἀρουρῶν τεσσάρων καὶ ἀπέσχον τὸ τῆς τιμῆς καὶ παραχωρητικοῦ ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ δημοσιώσει, ὡς καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θώνιος συνβεβαιῶ τὸ πέμπτον μέρος τῶν ἀρουρῶν καὶ εὐδοκῶ τῇ πράσει, ὡς καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπίων ὁ καὶ Θέων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἕως τούτου τὸ ἀντίγραφον. κυρία ἡ ὁμολογία, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὁ ὁμολογῶν ὡμολόγησεν ἐν ἀγυιᾷ τῇ αὐτῇ. Αὐρηλία Θερμούθιον διʼ ἐμοῦ τοῦ πατρὸς αὐτῆς Νεφερῶτος πεποίημαι τὴν ἐκμαρτύρησιν ὡς πρόκειται. Αὐρήλιος Ἁτρῆς ὁ καὶ Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Ἀγαθῖνος ὁ καὶ Ὠριγένης κεχρημάτικα.