Ancient Greek
1208.15 to 1208.25
Documentary Papyri, P.Oxy. 9 1208.15-25
Not analysed yet
τριῶν ἀνέμων διῶρυξ, τιμῆς καὶ παραχωρητικοῦ τοῦ πέμπτου μέρους τῶν προκειμένων ἰδιωτικῆς ἀρουρῶν τεσσάρων καὶ τοῦ αἱροῦντος μέρους τῶν ὑδρευμάτων καὶ μηχανῆς τῶν συμπεφωνημένων πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος δραχμῶν ἐννακισχιλίων ,αἵ εἰσι ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ τρισχίλιαι ,ἅσπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ τοῦ αὐτοῦ πατρός σου ἐκ πλήρους διὰ χειρός, ἀποχαρισθέν σοι ὡς προσφέρῃ κατὰ χάριν ἀναφαίρετον καὶ ἀμετανόητον, καὶ περὶ τοῦ ἠριθμῆσθαί με ἐξ ὁλοκλήρου ἐπακολουθοῦντος τοῦ πατρός μου καὶ συναριθμουμένου ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ πωλουμένου καὶ παραχωρουμένου σοι ὑπʼ ἐμοῦ ὡς πρόκειται πέμπτου μέρους σιτικῶν ἰδιωτικῆς ἀρουρῶν τεσσάρων καὶ τοῦ μέρους τῶν ὑδρευμάτων καὶ μηχανῆς καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ, μηδεμιᾶς μοι μηδʼ ἄλλῳ μηδενὶ ὑπὲρ ἐμοῦ ἐφόδου καταλειπομένης ἐπὶ τοῦτο ἢ ἐπὶ μέρος αὐτοῦ κατὰ μηδένα τρόπον, ὅπερ καὶ ἐπάναγκες παρέξομαί σοι βέβαιον διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπό τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ πολιτικῆς καὶ βουλευτικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου εἴδους καὶ ἀπὸ ἀπεργασίας καὶ …λ…ιας χωμάτων καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ ἐπικλασμῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως τοῦ ἐνεστῶτος καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ϛ ἔτους καὶ ε ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ εἰσιόντος ζ ἔτους καὶ ϛ ἔτους τούτων πρόσφορα εἶναι σοῦ τοῦ ὠνουμένου καὶ παραχωρουμένου, πρὸς ὃν καὶ εἶναι τὰ ἀπὸ λημμάτων τοῦ αὐτοῦ ἐνεσττῶτος ϛ ἔτους καὶ ε ἔτους δημόσια καὶ ἐπικλασμοὺς πάντας, πάντα δὲ τὸν καθʼ ὁνδηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐμποιησόμενον τούτου ὅλου ἢ μέρους αὐτοῦ ἐπάναγκες ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτοῦ δαπάναις καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις καὶ παραχώρησις τρισσὴ γραφεῖσα, ἥμπερ ὁπηνίκα ἐὰν αἱρῇ ἀνοίσεις διὰ δημοσίου οὐ προσδεομένη ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένῃ δημοσιώσει περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθέντες ὑπὸ σοῦ διὰ τοῦ αὐτοῦ πατρός σου ὡμολογήσαμεν.