Ancient Greek
P.Oxy. 9 1216
Documentary Papyri, P.Oxy. 9 1216
Not analysed yet
Σαραπᾶς Διωγενίδι τῇ ἀδελφῇ χαίρειν. ἐγὼ εὔχομαι ἀεὶ πᾶσι τοῖς θεοῖς περὶ σοῦ καὶ ἀπὸ μικρόθεν σὺ οἶδάς μου τὴν προαίρεσιν καὶ ἂν μή σοι γράφω, σὺ δὲ οὐκ ἠξίωσάς με ἀσπάσασθαι διʼ ἐπιστολῆς. ἐνιαυτὸν σήμερον ἐκτὸς σοῦ εἰμὶ εἰς τόδε ἐμὲ οὐκ ἠξίωσας παρὰ πάντας ἐπὶ τῷ δηλῶσαί μοι περὶ σοῦ καὶ περὶ τοῦ ἀδελφοῦ Ὡρίωνος πῶς ἔχων, λίαν γὰρ φιλῶ αὐτόν. ἦ καὶ ἀρσενικὸν ἡμῖν ἀφίκατε; τοῦτο γὰρ εὔχομαι ὑμᾶς ὁμονοεῖν, ἐν πᾶσι ἀξίους ὄντας. καὶ νῦν δήλωσόν μοι περὶ ὧν χρείαν ἔχετε παρʼ ἐμοὶ, θεῶν γὰρ θελόντων σπεύδω ἐξορμῆσαι πρὸς ὑμᾶς. ἀσπάζομαι ὑμᾶς πάντας. ἐρρῶσθαί σε εὔχομαι. Διωγενίδι ἀδελφῇ.