Ancient Greek
P.Oxy. 9 1217
Documentary Papyri, P.Oxy. 9 1217
Not analysed yet
Εὐδαιμονὶς Πτολεμαίῳ τῶι κυρίωι χαίρειν. καὶ νῦν διὰ τούτων μου τῶν γραμμάτων γράφω σοι, πρῶτον μὲν ἀσπαζομένη σε, ἔπειτα εὐχομένη παρὰ πᾶσι θεοῖς ὑγιαίνοντά σε καὶ εὖ διάγοντα ἀπολαβεῖν μετὰ τῶν ἡμῶν πάντων. ἀσπάζομαι Παλλάδα καὶ Νειλᾶν καὶ τοὺς ἡμῶν πάντας. ἐρρῶσθαί σε εὔχομαι. Πτολεμαίωι παρὰ Εὐδαιμονίδος.