Ancient Greek
P.Oxy. 9 1220
Documentary Papyri, P.Oxy. 9 1220
Not analysed yet
τῷ κυρίῳ μου Θέωνι Ἕβδομος χαίρειν. ἀνέπεμψά σοι διὰ σημειώσεως τὸ καθʼ ἡμέραν τοῦ ἀναλώματος ἵνʼ εἰδῇς. εἰ δοκεῖ σοι, κύριέ μου, πέμψαι μοι κέρμα εἰς τὰ γινόμενα παρʼ ἐμοὶ ἔργα τῆς χωφορίας καὶ ἄλλων ἔργων. καὶ περὶ τῆς λέξεως τοῦ οἴνου οὗ ἔγραψάς μοι οὐδὲν βλέπω φαύλου παρʼ ἐμοί. περὶ γὰρ τοῦ πάκτωνος ἐπισκευάζεται ἵνα μετενέγκω τὸν οἶνον τοῦ Σιληνοῦ. πέμψεις μοι τοὺς ἐκχυσιαίους ἥλους καὶ γλοιοῦ κεράμιον α εἰς τὰ ἐργαλεῖα τῶν μηχανῶν· καὶ τοῦτο συμφέρει ἵνα μὴ ἀπόληται ἀμελείᾳ. οὐδὲν ἠφάνισεν ὁ ἱπποπόταμος, εἴ τι γάρ ἐστιν περιέργου, ἐφίσταμαι αὐτῷ. καὶ περὶ τῶν χωρίων, ἐὰν παραγένῃ σὺν θεῷ, μαθήσει τὴν διάθεσιν αὐτῶν. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου, διευτυχοῦντα. μαθήσεται διὰ τῶν λόγων τὸ καθʼ ἓν ὡς περιέχει τὸ πιττάκιον. …καιναιοται ἀναψῶντες εἰς ὑποδοχεῖον, ἐν τρόχῳ