Ancient Greek
P.Oxy. 9 1219
Documentary Papyri, P.Oxy. 9 1219
Not analysed yet
Ἀρίστανδρος Ἀπίωνι τῶι υἱῶι χαίρειν. Θέων ὁ υἱὸς ἡμῶν παραγείνεται πρὸς σὲ πορευόμενος εἰς τὴν Νεικίου ἕνεκα ἀναγκαίου αὐτοῦ μετεώρου ἴσως ὃ καὶ σὺ ἐπίστασαι ἔτι πάλαι ἀπὸ τοῦ πατρὸς αὐτοῦ· περιόντα δὲ νομίζω γεγραφέναι σοι περὶ αὐτοῦ. καὶ γὰρ σὺ αὐτὸν φιλεῖς καὶ διʼ αὐτὸν καὶ διὰ τὴν μνήμην τοῦ πατρὸς αὐτοῦ. ἀλλὰ οἶδα ὅτι καὶ ταῦτά μου τὰ γράμματα πόλλʼ αὐτὸν ὠφελήσει, εἴ τινος οὖν ἐὰν χρείαν ἔχῃ εἴτε πρὸς Ἀπίωνα τὸν τοῦ Προσωπείτου βασιλικὸν εἴτε πρὸς ἕτερόν τινα, ἐὰν δεήσῃ καὶ αὐτοῖς γράψαι μὴ ὑπερθῇ. ἐρρῶσθαί σε εὔχομαι, τέκνον, εὐτυχοῦντα διʼ ὅλου. Ἀπίωνι υἱῶι βασιλικῷ γραμματεῖ Λητοπολίτου παρὰ Ἀριστάνδρου Ὀξυρυγχίτου.