Ancient Greek
P.Oxy. Hels. 12
Documentary Papyri, P.Oxy. Hels. 12
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου ε διὰ Διδύμου καὶ μετόχων τραπεζιτῶν λαογραφίας β ἔτους Δρόμου Γυμνασίου Διογᾶς καὶ Νικόδημος καὶ Ὥριμος καὶ Σαραπᾶς καὶ Ἡρακλᾶς καὶ Ἀπολλώνιος ὁ καὶ Εὔπορος καὶ Διόσκορος δοῦλος Ἡρακλείδου σύνπαντι δραχμὰς ὀγδοήκοντα τέσσερας γίνονται πδ, ὑικῆς β ἔτους οἱ αὐτοὶ καὶ Διοκλῆς ἕτερος δραχμὰς δεκατέσσερας γίνονται ιδ. γ ἔτους μηνὸς Νέου Σεβαστοῦ ε χωματικοῦ β ἔτους Δρόμου Γυμνασίου Ὥριμος καὶ Σαραπᾶς καὶ Ἀπολλώνιος ὁ καὶ Εὔπορος καὶ Διογᾶς καὶ Ἡρακλᾶς καὶ Νικόδημος καὶ Διόσκορος δοῦλος υι…τ…ει… δραχμὰς τεσσαράκοντα ἓξ τετρώβολον γίνονται μϛ τετρώβολον