Ancient Greek
P.Oxy. Hels. 13
Documentary Papyri, P.Oxy. Hels. 13
Not analysed yet
Ἀπελλᾶτι βασιλικῶι γραμματεῖ Ἀπολλωνοπολίτου καὶ Εἰλειθυιοπολίτου παρὰ Ψενεχόις τοῦ Θε… ἀρχιγεωργὸς Τεβῆι ἀπὸ βορρᾶ πέρυσι κατασταθεὶς νῦν ἐπαναφέρω σοι περὶ τῆς αὐτῆς γεωργίας ἐν τῶι καιρῶι τῆς κατασπορᾶς, προσδεόμενος λαβεῖν μετόχους γεωργοὺς εἰς τὴν αὐτὴν γεωργίαν ἐπεὶ ἀνεχώρησαν οἱ περυσινοὶ γεωργοὶ ὥστε μόνος εἰμι, ἵνʼ ἰσχύσω τὰ δημόσια τελεῖν τῶι ταμείωι πρὸς τὸ μηδὲν ἔλασσον τοῖς κυριακοῖς λόγοις ἐπακολουθῆσαι. ἔτι ἐπαναφέρω σοι …χασε…χ…