Ancient Greek
P.Oxy. Hels. 23
Documentary Papyri, P.Oxy. Hels. 23
Not analysed yet
Καλπουρνίῳ Ἰσιδώρωι τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Μεμφίτου παρὰ Θέωνος Ἑρμαίωνος γυμνασιαρχήσαντος τῆς Μεμφιτῶν πόλεως. ἐπεὶ ἀπὸ τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐνεστῶτος ἔτους ἐπηρίαν παθὼν ὑπὸ Ἀπίωνός τινος καμηλίτου μου τυγχάνοντος καὶ πάντα τὰ ἐργαλεῖα τῶν κτηνῶν μου ὑπʼ αὐτὸν ὄντα οὐ μόνον, ἀλλὰ καὶ προχρείαν ἔχοντος, μηδενὶ λόγῳ χρησαμένου κλέψαντος ἔνια τῶν ἐργαλείων καὶ ἀπέδρασεν. μαθὼν τὴν ἀπόνοιαν αὐτοῦ κατεφρόνησα τῶν ἐμῶν μὴ ἐπεξελθών, ἵνα μὴ τὰ χείρονα πάθω ὑπʼ αὐτοῦ. σήμερον δὲ εὑρὼν αὐτὸν ἐνθάδε ἐργαζόμενον μεθʼ ἑτέρων καμήλων τοῦ …νώφιος γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως ἐνεποιησάμην αὐτῷ τῷ Ἀπίωνι περί τε τῶν ἐμῶν καὶ τοῦ ἀνόμου αὐτοῦ ἐξόδου καθʼ ὅτι εὗρον αὐτὸν πρὸς τῷ ἐμῷ καμηλῶνι ὄντι ἐπὶ τοῦ α… δρόμου ἐξαγορευτικοῦ Ἀφροδίτης θεᾶς μεγίστης, οἰόμενος ὅτι δύναται παύσασθαι, ὃς δὲ τῇ αὐτῇ ἀπονοίᾳ ἐχρήσατο καὶ πολλά μοι ἐπαγγέλλει. εὐλαβούμενος οὖν μὴ καὶ ἐν ἔργῳ γένηται τὸ τῆς ἐπαγγελίας αὐτοῦ, ἀσφαλιζόμενος οὖν ἐμαυτὸν ἐπιδίδωμι τόδε τὸ βιβλίδιον. ἀξιῶ τὸν Ἀπίωνα ἀχθῆναι, ἵνα ἀκριβῶς ἐξετάσῃς τὸν βίον αὐτοῦ, καὶ ἐγγυητὴν παρασχεῖν, ἵνα μηδεμίαν βλάβην ἐκ τῆς ἐπαγγελίας αὐτοῦ βλαβῶ. ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βριταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Φαρμοῦθι κη. Θέων Ἑρμαίωνος γυμνασιαρχήσας ἐπιδέδωκα ὡς πρόκιται.