Ancient Greek
P.Oxy. Hels. 24
Documentary Papyri, P.Oxy. Hels. 24
Not analysed yet
Αὐρήλιος Πτολεμαῖος ὁ καὶ Ζευξιανὸς κοσμητεύσας βουλευτὴς καὶ οἱ σὺν αὐτῷ αἱρεθέντες ἐπὶ κατασπορᾶς καὶ ἀναδόσεως σπερμάτων τοῦ ἐνεστῶτος β ἔτους σιτολόγοι Τανάεως χαίρειν. παραμεμετρήμεθα παρʼ ὑμῶν ἀπὸ δημοσίων θησαυρῶν τῆς κώμης μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ γενήματος τοῦ διελθόντος α ἔτους πυροῦ ἀρτάβας δεκατρεῖς γίνονται ἀρτάβαι ,ἃς καὶ ἀποδεδώκαμεν Αὐρηλίῳ Διονυσίῳ εἰς ἣν ἐδήλωσεν γεωργεῖν δημοσίαν γῆν. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου Σεουήρου Μακρίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιάκ. Αὐρήλιος Πτολεμαῖος ὁ καὶ Ζευξιανὸς παραμεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας δεκατρεῖς καὶ ἀνέδωκα ὡς πρόκειται.