Ancient Greek
P.Oxy. Hels. 29
Documentary Papyri, P.Oxy. Hels. 29
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Ἀπολλωνοῦς Σαραπίωνος μετὰ κυρίου τοῦ υἱοῦ Διογένους τοῦ Διδύμου καὶ ὁ ταύτης μὲν ἕτερος υἱός, τοῦ δὲ Διογένους ἀδελφός, Ἡρᾶς τοῦ αὐτοῦ Διδύμου γέρδιος, ἡ μὲν Ἀπολλωνοῦς παρέξεσθαι τῶι Ἡρᾶτι τὸν ἑαυτῆς θυγατριδοῦν …ωνιν τὸν καὶ Ἀγέλοχον Ἁρσιήσιος οὐδέπω ὄντα τῶν ἐτῶν ἐπὶ χρόνον ἔτη δύο ἀπὸ πέμπτης τοῦ ἐνεστῶτος μηνὸς Σεβαστοῦ ποιοῦντα πάντα τὰ ἐπιτασσόμενα αὐτῶι ὑπὸ τοῦ Ἡρᾶτος κατὰ τὴν γερδιακὴν τέχνην ἥνπερ καὶ αὐτὸς ἐκδιδάξει τοῦτον καθὼς ἐπίσταται, τοῦ παιδὸς τρεφομένου ἐπὶ τὸν προκίμενον χρόνον ὑπὸ τῆς Ἀπολλωνοῦτος ἀνθʼ ὧν χωρηγήσηι αὐτῆι ὁ Ἡρᾶς κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν πέντε . ἡ δʼ αὐτὴ Ἀπολλωνοῦς ἱματιεῖ τὸν υἱὸν ἐπὶ τὰ δύο ἔτη ἀνθʼ ὧν δώσει αὐτῆι ὁ Ἡρᾶς ἀργυρίου δραχμῶν εἴκοσι τεσσάρων ,ἀφʼ ὧν αὐτόθεν ὁμολογεῖ ἡ Ἀπολλωνοῦς ἐσχηκέναι παρὰ τοῦ Ἡρᾶτος δραχμὰς δεκαδύο . τὴν δὲ τῶν λοιπῶν εἰς λόγον ἱματισμοῦ δραχμῶν δεκαδύο ἀπόδοσιν ποιείσθω ὁ Ἡρᾶς τῆι μητρὶ τῶι Σεβαστῶι μηνὶ τοῦ εἰσιόντος ἔτους. ἐὰν δὲ ὁ παῖς ἀπαιτηθῆι λαογραφίαν ἢ χωματικὸν ἢ ὑικὴν ἢ τῆς τέχνης δημόσια, ἔσται πρὸς τὸν Ἡρᾶν. ὅσας δʼ ἂν ὁ παῖς ἀτακτήσῃ ἡμέρας ἐπὶ τὰς ἴσας αὐτὸν παρέξεται ἡ Ἀπολλωνοῦς μετὰ τὸν χρόνον ἢ ἐκτείσει ἑκάστης ἡμέρας ἀργυρίου δραχμὴν μίαν ,τοῦ δʼ ἀποσπασθῆναι πρὸ τοῦ χρόνου ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἐὰν δὲ καὶ αὐτὸς ὁ Ἡρᾶς …διδάξηι τὸν παῖδα, ἀποτεισάτω τὸ ἴσον ἐπίτιμον, μὴ ἐλαττουμένου τοῦ Ἡρᾶτος καὶ Διογένους ἐν τῶι δικαίῳ οὗ ἔχουσι πρὸς ἑαυτοὺς ὁμολογήματος ἐφʼ οἷς περιέχει πᾶσι. κυρία ἡ χείρ. ἔτους ιε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ια. Ἀπολλωνοῦς Σαραπίωνος παρέξομαι τὸν θυγατριδοῦν ἐπὶ τὰ δύο ἔτη καὶ ποιήσω καθʼ ὅ τι πρόκιται. ἔτους ιε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ια. Διογένης Διδύμου ἐπιγέγραμμαι τῆς μητρὸς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.