Ancient Greek
P.Oxy. Hels. 30
Documentary Papyri, P.Oxy. Hels. 30
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς Ἀμύντου τραπέζης Ταμείων. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Μεχεὶρ ιγ. ζωίλος Ζωίλου Στεφάνωι Φιλαδέλφου Πέρσηι τῆς ἐπιγονῆς παραθήκην ἣν καὶ ἀποδώσει ὁπηνίκα ἐὰν ἀπαιτῆται ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας ἀργυρίου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ χωρὶς ἄλλων ὧν ὀφείλει αὐτῶι καθʼ ἑτέρας παραθήκας τρεῖς ἀργυρίου δραχμῶν ἑκατόν . Στεφάνου παραθήκη ἄλλων δραχμῶν ιϛ.