Ancient Greek
1.10.262 to 1.10.274
Documentary Papyri, P.Panop. Beatty 1.10.262-274
Not analysed yet
Θέωνι Ἰσιδώρου τοῦ καὶ Ἀπολλωνίου ἐκστρώστῃ μονῆς Ψώνεως τῷ αὐτῷ χρόνῳ καὶ τύπῳ περὶ τοῦ αὐτοῦ. σεσημείωμαι. Κασίῳ Διοσκόρῳ ἐκστρώστῃ μονῆς φρουρίου Ψινάβλα τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ περὶ τοῦ αὐτοῦ. σεσημείωμαι. κεχρόνισται Θώθ Ἰσιδώρῳ. ἀκολούθως τοῖς γραφεῖσι ὑπὸ τῆς σῆς ἐπιεικείας ἐπέστειλα τῷ τῆς πόλεως προέδρῳ Αὐρηλίῳ Πλουτογένει τῷ καὶ Ῥοδίνῳ ἐκτάκτως τοὺς ἀπαιτητὰς ἑλέσθαι καὶ τοὺς διαδότας ἤτοι ἀποδέκτας τῆς ἀννώνης πρὸς τὸ εὐμαρῶς τήν τε ἀπαίτησιν καὶ διάδοσιν γενέσθαι ὑπʼ αὐτῶν. ὁ δὲ ἄλλῃ ἀφορμῇ ἐχρήσατο ὑπὲρ τοῦ συγχέειν καὶ ἐνεδρευθῆναι τὴν στρατιωτικὴν εὐθενίαν. δέον γὰρ αὐτὸν ὁμοῦ τοὺς ἀπαιτητὰς παντοίων εἰδῶν μιᾶς καὶ ἑκάστης τοπαρχίας ὑφʼ ἓν ὀνομάσαι καὶ μὴ ἐκτάκτως καὶ κατʼ εἶδος ὑπὲρ τοῦ τάχιον τήν τε ἀπαίτησιν καὶ τὴν μεταβολὴν τῶν εἰδῶν τὴν πρὸς τοὺς ἀποδέκτας ἤτοι διαδότας γενέσθαι, ὁ δὲ ἑνὸς καὶ ἑκάστου εἴδους εἵλετο, καὶ ἐκ τούτου σχεδὸν εἰπεῖν ἐνεδρεύεται τὸ πᾶν· διὸ ἀξιῶ, εἴ σοι δόξειεν, πρὸς αὐτὸν γράμματα κελεύσῃς γενέσθαι, ὥστε αὐτοὺς τοὺς ὀνομασθέντας ἀπαιτητὰς μὲν ἑκάστης τοπαρχίας παντοίων εἰδῶν ὁμοῦ τὴν ἀπαίτησιν ποιήσασθαι, τοὺς δὲ ἀποδέκτας ἤτοι διαδότας ἑκάστου εἴδους ὁμοῦ εἶναι τῆς πάσης ὑποστάσεως, τῆς τε πόλεως καὶ ὅλου νομοῦ. τούτων γὰρ οὕτως γενομένων ἡ μὲν ἀπαίτησις εὐμαρὴς ἔσται, ἡ δὲ διάδοσις τῶν γενναιοτάτων στρατιωτῶν ῥᾳδίως παρέχεται. καὶ ἵνα μὴ τὰ ἐπισταλέντα μοι μεθερμηνεύσω, ἀντίγραφον ἐντάξας ἀναφέρω πρὸς τὴν σὴν τοῦ ἐμοῦ κυρίου ἀκρίβειαν ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κα. ἡγεμόνι. Σιλβανὸς Πανίσκου καὶ Ταοῦς ἀδελφή, ἀμφότεροι ἀπὸ Τοετὼ συνορίας τοῦ αὐτοῦ νομοῦ, δηλώσαντες ἐκκεκλῆσθαι ἀπὸ Ἀππίου Προστάτου προεδρεύσαντος ὡς πρὸς ἀπόφασιν οὐ δέοντος αὐτοῖς ἐξενεχθεῖσαν ἠσφάλισαν παρʼ ἐμοὶ τὸ ἱερώτατον ταμεῖον ἀκολούθως τοῖς ἐπισταλεῖσί μοι ὑπὸ αὐτῶν, ἐντεταγμένης τῆς ἐπιδοθείσης αὐτοῖς ὑπὸ τῶν τῶν δημοσίων χρημάτων τραπεζιτῶν ἀποχῆς τοῦ καταβληθέντος προστίμου ἵνʼ εἰδῇς ὑποκολλήσας μοναχὸν γράφω, ἡγεμὼν κύριε.