Ancient Greek
1.9.248 to 1.10.261
Documentary Papyri, P.Panop. Beatty 1.9.248-1.10.261
Not analysed yet
ὃς δʼ ἂν πρότερος ὑμῶν κομίσηται τόδε τὸ ἐπίσταλμα, τῷ ἑτέρῳ μεταδότω. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι. Ἑρμείᾳ Πανίσκου ἐπιμελητῇ λαχάνων. διʼ ὧν μοι ἐπέστειλεν Πλουτογένης ἔναρχος πρόεδρος ἐδήλωσεν ᾑρῆσθαί σε εἰς ἐπιμέλειαν λαχάνων πρὸς ἑτοιμασίαν τῆς εὐτυχῶς ἐσομένης ἐπιδημίας τοῦ δεσπότου ἡμῶν καὶ πάντα νικῶντος Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ. ἵνʼ οὖν εἰδῇς καὶ ἤδη τὴν δέουσαν ἐπιμέλειαν ἤτοι κατάθεσιν ὑπὸ τῶν ὑπευθύντων ποιήσῃς γενέσθαι, ἐπιστέλλεταί σοι διὰ Λέοντος ὑπηρέτου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι. Φιλοξένῳ νομικαρίῳ. ὁ κύριός μου διασημότατος ἡγούμενος Θηβαίδος Ἰούλιος Ἀθηνόδωρος ἐκέλευσεν μετὰ τὰς οὔσας ἁλιάδας ἄλλας δύο σκαφὰς στην ηκαι ἐξυπηρετεῖσθαι ταῖς τῶν διὰ τοῦ πλοῦ τὴν ὁδοιπορίαν ποιουμένων γραμματοφόρων ἐχούσας τοὺς ἰδίους ναύτας, προστάξας τὴν μὲν μίαν ἀπὸ αὐτῶν ναυτῶν εὐτρεπισθῆναι πρὸς τὴν ὑπηρεσίαν, τὴν δὲ ἄλλην ἀπὸ τοῦ νομοῦ μετὰ καὶ τῶν λοιπῶν ναυτῶν ἐπ…ν. ἵνʼ οὖν εἰδῇς καὶ ἤδη πρόνοιαν ποιήσῃς γενέσθαι τούτων πάντων ἐπιστέλλεταί σοι διὰ Λέοντος ὑπηρέτου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι. ἐδήλωσεν ᾑρήσθαί σε εἰς ἔκστρωσιν ἐπὶ τῆς μητροπόλεως τῆς εὐτυχῶς ἐσομένης ἐπιδημίας τοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ. ἵνʼ οὖν εἰδῇς καὶ ἤδη τὴν πᾶσαν πρόνοιαν ποιήσῃς τῆς ἐγχειρισθείσης σοι ἐπιμελείας ἐπιστέλλω σοι διὰ Λέοντος ὑπηρέτου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι. Διδύμῳ τῷ καὶ Ἁρποκρατίωνι Διδύμου ἐκστρώστῃ Τριφείου. ἡ κρατίστη βουλὴ διὰ Πλουτογένους ἐνάρχου προέδρου διʼ ὧν μοι ἐπέστειλεν ἐδήλωσεν ᾑρῆσθαί σε εἰς ἔκστρωσιν παλατίου τοῦ ἐν τῷ Τριφείῳ πρὸς τὴν ἐυτυχῶς ἐσομένην ἐπιδημίαν τοῦ δεσπότου ἡμῶν αὐτοκράτορος Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ. ἵνʼ οὖν εἰδῇς καὶ ἤδη ἀντιλάβῃ τῶν ἐγχειρισθέντων σοι ἐπέστειλά σοι διὰ Λέοντος ὑπηρέτου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι.