Ancient Greek
1.3.58 to 1.3.79
Documentary Papyri, P.Panop. Beatty 1.3.58-79
Not analysed yet
ταύτης ἐπιδημίας πράξῃς, ἀλλὰ καὶ πέρας τοῖς κελευσθεῖσι ὑπὸ Αὐρηλίου Ἰσιδώρου ἐπιτρόπου τῆς κατωτέρω Θηβαίδος ἐπιθῇς. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ ιϛ. διὰ Λέοντος ὑπηρέτου. σεσημείωμαι. ἄρχουσι Πανοπολιτῶν. τίνα εἰς κοινὸν ἐγράφη ἐμοὶ καὶ ὑμῖν καὶ κονδούκτορσι περὶ τοῦ συστήσασθαι ἁλιάδας εἰς τὴν τῶν γραμματηφόρων ὑπηρεσίαν ἐντάξας τούτοις μου τοῖς γράμμασιν φανερὰ ὑμῖν ποιῶ ὅπως ᾗ τάχος ἀκόλουθα πράξητε. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ …διὰ Λέοντος ὑπηρέτου. σεσημείωμαι. κονδούκτορσι. τῷ αὐτῷ τύπῳ καὶ χρόνῳ περὶ τοῦ αὐτοῦ. διὰ Λέοντος ὑπηρέτου. σεσημείωμαι. κεχρόνισται Θώθ καθολικῷ· τὸν μηνιαῖον λόγον ἀργυρικὸν καὶ ἀννωνικὸν ἔτι τε καὶ ἀπολογισμὸν ἐπιστολῶν καὶ παρʼ ἐμοὶ γενομένων ὑπομνημάτων τοῦ Μεσορὴ μηνὸς τοῦ διελθόντος ιδ ἔτους καὶ καὶ ἔτους ϛ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀποστείλας εἰς τὴν τάξιν γράφω, καθολικὲ κύριέ μου· τὸν δὲ σιτικὸν λόγον οὐκ ἀπέστειλα διὰ τὸ μὴ δεδυνῆσθαί με, τῆς μεταδόσεως τῶν βιβλίων μὴ δοθείσης ὑπὸ τοῦ βοηθοῦ τοῦ προστρατηγήσαντος, περὶ ἧς καὶ ὑπομνήματα παρὰ τῇ ἐμῇ μετριότητι ἐγένετο ὧν ἀντίγραφον ὑποκολλήσας τῇ ἡμετέρᾳ μου ἀναφορᾷ γράφω, καὶ διατελῶ ἐνκείμενος καὶ ἀναγκάζων παρʼ ἕκαστα τὸν βοηθὸν τῆς τῶν βιβλίων συστάσεως ἕνεκεν, ἐξ ὧν ὁ μηνιαῖος συνίσταται καὶ αἱ λοιπάδες τῶν ἀννωνῶν φαίνονται. ἔτους ιε ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ ιε. σεσημείωμαι. κεχρόνισται Θώθ ἐπιτρόπῳ. διʼ ὧν ἐπέθηκας πρός με γραμμάτων ἐκέλευσας τὰς μάτρικας τῶν ἀπὸ τοῦ Τῦβι μηνὸς ἀναζητῆσαι …ατ… τὴν σὴν ἐπιμέλειαν, ἀπὸ δὲ τοῦ Θὼθ καθʼ ἕκαστον μῆνα πάσας ἐπὶ τὴν τάξιν ἀποστεῖλαι, οὐ μελλήσας τοὺς τῶν φρουρίων ἐπάρχους …καὶ εἴληφα παρὰ μὲν τοῦ τοῦ Μενίππου τριβούνου μηνῶν ἑπτά ,ἀπὸ Μεχεὶρ ἕως Μεσορή, παρὰ δὲ τοῦ τοῦ Παπᾶ μηνῶν πέντε ,ἀπὸ Παχὼν ἕως Μεσορή, καὶ παρὰ τοῦ τοῦ Εὐδαίμονος μηνῶν τριῶν ,ἀπὸ Παῦνι ἕως Μεσορή, ἅσπερ παρέδωκα τῷ ἀποσταλέντι ὀφφικιαλίῳ σου Σιλβανῷ· καὶ ἵνʼ εἰδέναι ἔχοι σου ἡ ἐπιμέλεια γράφω, ἐπίτροπε κύριε. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ Θὼθ …κεχρόνισται Θώθ ἐπιτρόπῳ. κελεύσαντός σου, κύριέ μου, ἀρτοκόπους δ ἀποσταλῆναι εἰς τὰ κάστρα τὰ κελευσθέντα ς… ἐκ κελεύσεως τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγουμένου τῆς Θηβαίδος Ἰουλίου Ἀθηνοδώρου ἀπέστειλα αὐτοὺς πρὸς Φίλωνα τὸν ἐπίτροπον τῆς ἀνωτέρω Θηβαίδος· καὶ ἵνʼ εἰδέναι ἔχοις γράφω, κύριέ μου. ἔτους ιε καὶ ἔτους ιδ και ἔτους ζ, Θὼθ …σεσημείωμαι.