Ancient Greek
1.3.80/81,ms to 1.4.107
Documentary Papyri, P.Panop. Beatty 1.3.80/81,ms-1.4.107
Not analysed yet
κεχρόνισται Θώθ τῷ αὐτῷ. κελεύσαντός σου, κύριέ μου, ποιῆσαι ἐξοδιασθῆναι Νεμεσᾷ καὶ …ῳ καὶ ἑτέρῳ Νεμεσᾷ καὶ Ἱερακι… κα… γραμμάτων …εἰς ἀναπλήρωσιν τιμῆς σιδήρου ὁλκῆς λιτρῶν ὀκτακοσίων ἐργ… δι… τριάκοντα τὰ…χιλίας, οὐ μελλήσας ἐποίησα ἐξοδιασθῆναι ……ὧν τὸ ἴσον ἐντάξας γράφω, κύριέ μου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ ιϛ. σεσημείωμαι. ἐπιτρόπῳ. πεισθεὶς τοῖς γραφεῖσι ὑπὸ τῆς σῆς ἐπιμελείας πάραυτα ……ασπι… καὶ Πυμένιον γενομένους ἐπιμελητὰς ξύλων τε καὶ …περὶ Τοετὼ καὶ Ψινάβλα ἀλλὰ καὶ Ἑρμόφιλον δεκάπρωτον τοπαρχίας Φενεβύθεως …τὸ ὁρισθὲν πρόστιμον ὑπὸ τῆς σῆς ἐπιεικείας ἀπαιτήσας καὶ ποιήσας προστεθῆναι …κυριακοῖς λόγοις γράφω, κύριέ μου, ἵνʼ εἰδέναι ἔχοις. ἔτους ιε καὶ ἔτους ιδ, Θὼθ ιϛ. σεσημείωμαι. κεχρόνισται Θώθ καθολικῷ. κατασταθείς, κύριέ μου ὑπὸ τοῦ μεγαλείου στρατηγεῖν τὸν Πανοπολίτην, οὐ μελλήσας τὴν ὁρμὴν ἐκεῖσε πεποίημαι. εὑρὼν δὲ τὸν βοηθὸν τοῦ προστρατηγήσαντος …προσευκαιροῦντα τοῖς βιβλίοις, τοῦτον πρὸς ὀλίγας ἡμέρας κατέσχον πρὸς τὴν …ον κελευομένων ὑφ… τῶν μειζόνων τῶν διαφερόντων της…αν ἑτέρου εὐπορηθείην· ἐν δὲ τῷ μεταξύ, πρὸ ὀλίγων τούτων ἡμερῶν, …ἔτι τοῦ βοηθοῦ ἐπιδημήσαντος πρός με, ἀναγκαίως τὴν τῶν βιβλίων μετάδοσιν …έγεσθαι πρὸς τὸ ἐξ αὐτῶν τὰ εἰωθότα ἀποστέλλεσθαι μηνιαῖα βιβλία συνιστάναι, ἀλλὰ καὶ αὐτοῦ τοῦ βοηθοῦ τοῦ προστρατηγήσαντος παρέκθετα. πυνθανομένου δέ μου αὐτοῦ περὶ τῆς τῶν βιβλίων συστάσεως, προεβάλετο μήτε βιβλία ἔχειν μήτε εἰληφέναι μηδεπώποτε παρὰ τοῦ πρὸ αὐτοῦ ὑπηρετήσαντος τὴν στρατηγίαν. ἐπεὶ τοίνυν οὐχ οἷόν τε ἐστὶν τὸν λόγον τὸν μηνιαῖον ἀποσταλῆναι χωρὶς μεταδόσεως βιβλίων, ἀναγκαίως αὐτοῦ τούτου τοῦ βοηθοῦ τοῦ προστρατηγήσαντος ἐπὶ ὑπομνημάτων ἐπυθόμην ὃς δὲ τὰ αὐτὰ ἀντεπέστειλέ μοι. τέως οὖν ἀννωνικὸν τὸν μηδὲ καλῶς συσταθέντα παρʼ αὐτοῦ λαβὼν καὶ ἀργυρικὸν …ς… τὰ τούτων βιβλία μετὰ καὶ τοῦ ἀπὸ λογισμοῦ ἀπέστειλα πρὸς τὴν σὴν τοῦ ἐμοῦ κυρίου ἐπιμέλειαν. ἡ γὰρ δοθεῖσα ἐν θησαυροῖς ὑπʼ αὐτοῦ λοιπογραφία ἀσύστατος εὑρήθη καὶ ἀσύμφωνος. καὶ μέχρι τούτου διὰ τὴν αὐτοῦ ἀμελείαν ἤτοι καταφρόνησιν ὑπερεθέμην σιτικὸν ἀποστεῖλαι …καὶ τῶν γενομένων παρὰ τῇ ἐμῇ μετριότητι ὑπομνημάτων ἀντίγραφον ἐντάξας γράφω ἵνʼ εἰδέναι ἔχοις, κύριέ μου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ ιϛ. σεσημείωμαι.