Ancient Greek
1.6.149 to 1.6.166
Documentary Papyri, P.Panop. Beatty 1.6.149-166
Not analysed yet
Πομπονίῳ Δόμνῳ. Ἀμμώνιος ὁ καὶ Ἀμπέλιος κράτιστος διʼ ὧν ἐπέστειλεν ἐμοὶ καὶ Πλουτογένει ἠθέλησεν Ἀργέντιον καὶ οἰκέτην ῥεμβὸν καταλημφθέντα καὶ παραδοθέντα αὐτῷ διʼ ἐπιστολῆς τοῦ κυρίου τοῦ διασημοτάτου ἡγουμένου Θηβαίδος Ἰουλίου Ἀθηνοδώρου παραπεμφθῆναι πρὸς τὴν σὴν τοῦ ἐμοῦ κυρίου τάξιν· ὅνπερ ἀπ… καὶ ἵνʼ εἰδέναι ἔχοι σου τὸ μεγαλεῖον γράφω, κύριέ μου. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ …Ἰσιδώρῳ ἐπιτρόπῳ. οἱ τῆς μητροπόλεως ἀπαιτηταὶ ἤτοι ἐπιμεληταὶ τῆς κρέως καὶ …διαδόσεως συνεχῶς ἐνοχλούμενοι ὑπὸ τῆς ἐμῆς μετριότητος τῶν τροφῶν τῶν γενναιοτάτων στρατιωτῶν τῶν ἐνταῦθα διακειμένων ἕνεκεν προβάλλονται κεκελεύσθαι ὑπὸ τῆς σῆς ἐπιμελείας τὸ πασσαλιωτικὸν αὐτοῖς συνκαταστῆσαι, καὶ ἐκ τούτου μελλόντων σχεδὸν τῶν στρατιωτῶν ἐνεδρευθῆναι ἀναγκαίως ἀναφέρω ἐπὶ τὴν σὴν γνῶσιν ὅπως τὸ δοκοῦν σοι κελεύσῃς περὶ τούτου, οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν ἑτέρων ἐπιμελητῶν προβαλλομένων τοῦ νησιωτικοῦ ἕνεκεν. συνορῶν οὖν τὸ κατεπεῖγον τῆς χρείας ταύτης αὐτὸ τοῦτο ἔσπευσα δηλῶσαι τῇ σῇ ἐπιμελείᾳ ἵνα εἴ τι ἐὰν παραστῇ σοι, κελεύσῃς γενέσθαι ὑπὲρ τοῦ μὴ ἐνεδρευθῆναι τὴν τηλικαύτην χρείαν. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ ιη. σεσημείωμαι. μαγίστρῳ. ἀπέστειλα καὶ νῦν διὰ Ἱέρακος ἄρξαντος ἐπιμελητοῦ εἰς πλοῖα δύο ἑνὸς μὲν …ωτος ἑτέρου δὲ Ἀπόλλωνος ἀμφοτέρων κεχρόνισται Θώθ ἀπὸ Πάτα τοῦ Ἡρακλεοπολίτου νομοῦ ἐν μὲν ψιαθίοις σὺν αὐτοῖς τοῖς ψιάθοιςὁλκῆς κεντηνάρια διακόσια ἑξήκοντα δύο ,χυτὰ δὲ χωρὶς ψιάθων ὁλκῆς κεντηνάρια ἑκατὸν ἑξήκοντα δύο ,ὡς εἶναι ἐπὶ τὸ αὐτὸ κεντηνάρια τετρακόσια εἴκοσι τέσσερα ἀκολούθως τῇ γενομένῃ ὑπʼ αὐτοῦ χειρογραφίᾳ, ἧς ἀντίγραφον ὑπεκόλλησα· περὶ δὲ τῶν ναύλων φθάσας ἔτι πρότερον ἀνήνεγκα τῷ σῷ μεγαλείῳ ὅτι οὔτε οἱ πρῶτοι ναῦται ὑπειλήφασιν οὔτε οἱ νῦν· ὅπως εἴ σοι δόξειεν κελεύσῃς ὁπόθεν δεήσει τὸν ἐξοδιασμὸν αὐτοῖς γενέσθαι. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ ιη. σεσημείωμαι. ἄνθρακος ὁλκῆς κεντηνάρια τετρακόσια εἴκοσι τέσσαρα .