Ancient Greek
1.6.167 to 1.7.183
Documentary Papyri, P.Panop. Beatty 1.6.167-1.7.183
Not analysed yet
ἐπιτρόπῳ. κελεύσαντός σου, κύριέ μου, τὰ πλοῖα τὰ ταμιακὰ τῶν λημφθέντων ἐκ τῆς ἀνωτέρω Θηβαίδος ἐπισκευασθῆναι καὶ ἐξαρτισθῆναι ἀπὸ τῶν τοῦ ταμείου χρημάτων πρὸς ὑπηρεσίαν τῆς εὐτυχῶς ἐσομένης ἐπιδημίας τοῦ δεσπότου ἡμῶν αὐτοκράτορος Διοκλητιανοῦ τοῦ πάντα νικῶντος πρεσβυτέρου Σεβαστοῦ ἐπέστειλα τῷ τῆς πόλεως προέδρῳ Αὐρηλίῳ Πλουτογένει τῷ καὶ Ῥοδίνῳ συνοψιστὴν αἱρεῖσθαι, ἵνα μετὰ καλῆς πίστεως ὑπὲρ λυσιτελείας τοῦ ἱερωτάτου ταμείου ἡ τῶν προκειμένων πλοίων σύνοψις γένηται, ἀλλὰ καὶ ἐπιμελητὴν τῶν αὐτῶν πλοίων τὸν ὑποδεχόμενον ἀπὸ τῆς δημοσίας τραπέ- ζης ιζ τὰ χρήματα καὶ λογογραφοῦντα τὸ γενόμενον ἀνάλωμα, ἵνʼ ἐκ παντὸς τρόπου τὸ τῇ ἀληθείᾳ ἀναλισκόμενον μελείᾳ· ὃς καταφρονήσας τῆς εὐσεβεστάτης ταύτης χρείας ἐτόλμησεν ἀντεπιστεῖλαι μὴ ὀφείλειν τὴν πόλιν ἐνοχληθῆναι. πῶς οὖν οἷόν τε ἐστὶν τούτου τῆς ἐμῆς μετριότητος καταφρονήσαντος τὴν τῶν πλοίων ἐπισκευὴν γενέσθαι ἢ τῆς ἐξαρτείας πρόνοιαν ποιήσασθαι; οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀποδέκτας καὶ ἐπιμελητὰς τῶν κελευσθέντων ἐν διαφόροις τόποις συνοψισθῆναι ἀννωνῶν πρὸς ἑτοιμασίαν τῶν μελλόντων εἰσιέναι ἅμα τῷ δεσπότῃ ἡμῶν Διοκλητιανῷ τῷ πρεσβυτέρῳ Σεβαστῷ, περὶ ὧν πάντων ἀναγκαίως αὐτῷ ἠνόχλησα, μὴ ἀρκεσθεὶς δὲ ἐπὶ τούτοις καὶ ἐνγράφως καὶ ἅπαξ καὶ πολλάκις ἐπέστειλα τῷ αὐτῷ προέδρῳ. καὶ αὐτοῦ τὴν τῶν ἀποδεκτῶν καὶ ἐπιμελητῶν ὀνομασίαν μὴ ποιήσαντος ἐδέησεν ἀνενεγκεῖν με τῇ περὶ πάντα σου κηδεμονίᾳ, ἐντάξας τῶν ἐπισταλέντων αὐτῷ ὑπʼ ἐμοῦ γραμμάτων ἀντίγραφον, ἀλλὰ καὶ ὧν καὶ αὐτὸς ἀντεπέστειλεν περί τε τοῦ συνοψιστοῦ καὶ ἐπιμελητοῦ τῶν ταμιακῶν πλοίων. τούτου γὰρ ἀρξαμένου ἀντιλέγειν τοῖς προσταττομένοις ἕτεροι ἐπιχειροῦσιν τὸ αὐτὸ ποιεῖν, καὶ ἐκ τούτου καὶ διὰ τὴν αὐτοῦ εἰς ὑπερβολὴν καταφρόνησιν τὰ πάντα ἐνεδρεύεται. ἔτους ιε καὶ ἔτους αδ καὶ ἔτους ζ, Θὼθ ιη. σεσημείωμαι. συστάταις. Αὐρήλιος Ἰσίδωρος ὁ ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος ἐκέλευσεν τὰ ταμιακὰ πλοῖα τὰ λημφθέντα, ὄντα ἀπὸ τῆς ἀνωτέρω Θηβαίδος, ἐπισκευασθῆναι καὶ ἐξαρτισθῆναι ἀπὸ τῶν ταμιακῶν χρημάτων· ὑπὲρ τοῦ οὖν μετὰ καλῆς πίστεως ταῦτα γενέσθαι ἐπιστέλλω ὑμῖν ὅπως ἄνδρα ἐπιτήδειον καὶ ἐντὸς πολλῆς ἐπιστήμης καὶ περιουσίας καὶ γραμμάτων ἔμπειρον ἀπὸ παγάνων ὀνομάσητε ὑπὲρ τοῦ τὴν πᾶσαν λογογραφίαν διʼ αὐτοῦ γενέσθαι, καὶ τὰ κεκελευσμένα πάντα ἀποπληρωθῆναι. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ ιη. σεσημείωμαι.