Ancient Greek
2.3.66 to 2.3.80/81,ms
Documentary Papyri, P.Panop. Beatty 2.3.66-80/81,ms
Not analysed yet
τὴν σὴν ἐπιμέλειαν τοῦ ἐμοῦ κυρίου περὶ τούτων ἐπειδήπερ καὶ πολλάκις προσέταξεν ἡ σὴ ἐπιμέλεια τὰ βιβλία διὰ ταχέων ἀποστέλλεσθαι πρὸς τὸ μὴ ἐνεδρεύεσθαι τὰ κατὰ μῆνα ἀποστελλόμενα ὑφʼ ἡμῶν τῇ καθολικῇ τάξει βρέουια· καὶ ἀξιῶ τὸ ὁρισθὲν ἐπὶ τούτῳ πρόστιμον ὑπὸ τῆς σῆς ἐπιμελείας κελεῦσαί σε τούτους εἰσενεγκεῖν ἅμα τοῖς τούτων βοηθοῖς, ἢ ὡς ἐάν σοι δόξῃ, κύριέ μου. κεχρόνισται Μεχείρ ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. εὖ καὶ σαφῶς ἄχρι καὶ τοῦ παρόντος ἐκ τῶν ἀποσταλέντων εἰς τὴν τάξιν μηνιαίων βιβλίων καὶ τῆς γενομένης δευτέρας ἐκμετρήσεως ἀντικρὺς τοῖς δεκαπρώτοις τοῖς τοῦ ὑπό σοι νομοῦ ἠλέγχθης πράττων ἐπὶ περιγραφῇ τοῦ ἱερωτάτου ταμείου, τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν παρʼ ἐμοὶ πεπραγμένων ὑπομνημάτων ἐπεσημηνάμην. καὶ ἄλλοτε συγγνώμην ἐπὶ τοῖς φθάσασιν διδοίην· νῦν δέ, ἵνʼ αὐτός τε οὐδὲν δὲ ἧττον καὶ ἐκεῖνοι εὐθύνας τὰς ἐπὶ τοῖς τηλικούτοις παρασχῆτε, πάντας τοὺς δεκαπρώτους ἐν τῇ πόλει καθείρξας ἔχε πρὸ τῆς ἀφίξεως τοῦ κυρίου μου Δόμνου τοῦ διασημοτάτου καθολικοῦ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ ιδ. κεχρόνισται Μεχείρ τῆς λοιπῆς. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. τὸ μὲν φακῆς μέτρον ὅπερ προσετάχθης εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καταπέμψαι εἰ ἀπέσταλται δήλωσον κατὰ ποίαν ἡμέραν καὶ διά τινος ἐπιμελητοῦ κατεπέμφθη τὴν …ουν…ς ταχεῖαν γενέσθαι ὡς πολλάκις ἐπέστειλεν ὁ κύριός μου Δόμνος ὁ διασημότατος καθολικὸς . καὶ χρὴ εἴ τις γέγονεν βραδυτὴς ἢ ἀμέλεια περὶ τὸ προσταχθέν, ἐπεξέλευσιν τὴν προσήκουσαν προσενεχθῆναι κατὰ τοῦ ἀμελήσαντος. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ ιδ. κεχρόνισται Μεχείρ ἄλλων γ καὶ προγράμματος ἀναδοθεισῶν ὑπὸ Ἥρωνος κομενταρησίου, Μεχεὶρ …Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγοῖς τῆς ἐπιτροπῆς χαίρειν. τὰς χωματικὰς συνόψεις τοῦ ἐνεστῶτος ἔτους ἃς γενέσθαι πρώην προσέταξα καὶ γεγενῆσθαι καὶ ἀπεστάλθαι κατὰ γνώμην τοῦ κυρίου μου καθολικοῦ καὶ αὐτὸς προσδοκῶ· ἀφʼ ὧν καὶ εἰς τὴν τάξιν τῆς ἐπιτροπῆς τινες ἤδη τὰς γενομένας ἀπέστειλαν, εἰ δέ τινες εἶεν ὑπόλοιποι, ταύτας σπουδάζειν δεῖ, ἐπειδὴ σὺν τάχει πολλῷ γενέσθαι διὰ γραμμάτων ἑαυτοῦ ὁ κύριός μου Δόμνος ὁ διασημότατος καθολικὸς προσέταξεν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ …κεχρόνισται Μεχείρ