Ancient Greek
2.3.80 to 2.4.91
Documentary Papyri, P.Panop. Beatty 2.3.80-2.4.91
Not analysed yet
ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. τὰ δέοντα πάντα τὰ ἐπὶ τῇ ἐξαρτείᾳ τῶν δημοσίων σιτηγῶν τῶν ἔναγχος κατασκευασθέντων τρισχιλιαγωγῶν καὶ δισχιλιαγωγῶν πλοίων παρασχεθέντα …τοῖς ναυκλήροις διὰ τῆς σῆς φροντίδος ὑπὸ τῶν ναυκλήρων παρέχεσθαι προσέταξεν κδ ὁ κύριός μου Δόμνος ὁ διασημότατος καθολικὸς ὡς ἐκ τῶν ὑποτεταγμένων γνώσει πλὴν μόνου τοῦ ἱστοῦ καὶ κέρως καὶ τῶν δύο πηδαλίων καὶ ἀγκυρῶν. τῆς δὲ μείζονος σκάφης τὴν τιμὴν τοίνυν ὁπόση ὑπὲρ τῶν γεγραμμένων ἐξοδιάσθη διὰ τὸ κατεπεῖγον τῆς χρείας ὑπὸ τοῦ ταμείου ἀπαιτῆσαι παρὰ τῶν προειρημένων ναυκλήρων καὶ τοῖς λογισμοῖς τοῦ ἱερωτάτου ταμείου ἀνενεγκεῖν φρόντισον, μηδὲν τὸ παράπαν πλὴν τῶν προειρημένων μόνων τοῖς τοῦ ταμείου λογισμοῖς λογισάμενος. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ ιδ. ἀντίγραφον· αὐτὸ τὸ μέρος τῆς παρὰ σοῦ πρώην δὲ γραφείσης πρός με ἐπιστολῆς ὑποτετάχθαι προσέταξα ἵνʼ εἰδέναι ἔχοις ὅτι διʼ ὧν ἔναγχος ἀντέγραφον τὰ καλῶς καὶ ἀνθρωπίνως σοι παραστάντα ἔφθην βεβαιώσας. κεχρόνισται Μεχείρ ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. ἐντυχὼν τοῖς ὑποτεταγμένοις καὶ τοῖς προσταχθεῖσιν ὑπὸ τοῦ κυρίου μου Δόμνου τοῦ διασημοτάτου καθολικοῦ πεισθεὶς τὰ μὲν βιβλία πάντα καὶ τὰς ἀπογραφὰς πάσας ἀκριβῶς κατασημηνάμενος τῶν τε ἰουρατόρων δύο τοὺς μάλιστα ἐντρεχεστέρους καὶ τοὺς γενομένους γραμματέας ἤτοι βοηθοὺς Χρυσίππου τοῦ κηνσίτορος καὶ μέντοι καὶ τὸν βιβλιοφύλακα εὐθέως ἀποστεῖλον τῇ τάξει ἐκδεξομένους ἐνταῦθα τὴν ἄφιξιν τοῦ αὐτοῦ κυρίου μου καθολικοῦ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ …ἀντίγραφον· τίνα ἡ τάξις ὑποβέβληκεν περὶ τῶν διαφερόντων ταῖς ἀπογραφαῖς τευχῶν τῶν ὑπὸ Χρυσίππου τοῦ κηνσίτορος ἀποσταλέντων δείκνυται ἐκ τῶν ὑποτεταγμένων. ἵνα τοίνυν τὸ ἀληθὲς ἐξετασθείη τοὺς βιβλιοφύλακας Πτολεμαέων ὁμοῦ καὶ Πανοπολιτῶν καὶ τῶν ἰουρατόρων δύο τινας τοὺς μάλιστα ἐντρεχεστέρους ἐξ ἑκατέρας τῆς πόλεως καὶ τοὺς γενομένους μετὰ τοῦ κηνσίτορος βοηθοὺς εἴτε γραμματέας μετὰ καὶ τῶν κήνσων ὑπό σου κατασημανθέντων ἀπόστειλον ἅμα τῷ δέξασθαί σε τὰ γράμματα.