Ancient Greek
P.Paris p. 232-233 no. 18
Documentary Papyri, P.Paris p. 18
Not analysed yet
Ἀμμώνιος Ταχνούμι τῇ ἀδελφῇ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν· ἀσπάζομαι πολλὰ τὸν ἀγαθώτατόν μου υἱὸν Λέοντα κομψῶς ἔχω καὶ ὁ ἵππος μου καὶ Μέλας. μὴ ἀμελήσῃς τῷ υἱῷ μου. Σένκρις καὶ ἀσπάζομαι τὴν μητέρα σου. ἀσπάζομαι Παχνούμι ὁμοίως καὶ Παχνούμι νεώτερον. ἀσπάζομαι Παῶς καὶ …Ἀμενώθην. γόργευσον τῷ υἱῷ μου ἕως ἀπέλθωμεν εἰς τὸν τόπον μου. ἐὰν ἀπέλθω εἰς τὸν τόπον καὶ εἴδω τὸν τόπον, πέμψω ἐπὶ σὲ καὶ ἐλεύσῃ εἰς Πηλούσιν καὶ ἐλεύσομαι ἐπὶ σὲ εἰς Πηλούσι. ἀσπάζομαι Τεχεσποχράτου. ἀσπάζομαι Ψενμῶνθα καὶ Πατώμ. ἐὰν μάχουσιν μετʼ ἐσοῦ οἱ ἀδελφοί σου, ἐλθὲ ἐς οἶκόν μου καὶ κάθησον ἕως ἴδωμεν τὶ μέλλομεν ποιεῖν. μὴ ἀμελήσῃς γράψον μοι περὶ τῆς σωτηρίας σου καὶ τοῦ υἱοῦ μου· γόργευσον μετὰ τοῦ χωρίου. αὕτη ἡ ἐπιστολὴ ἐγράφη ἐν Θμούει τῇ ε Φαμενώθ. ἔτι δύο ἡμέρας ἔχομεν καὶ φθάσομεν εἰς Πηλούσι· ἀσπάζεται ὑμᾶς Μέλας πάντας κατʼ ὄνομα. ἀσπάζομαι Ψενχνούμι υἱὸν Ψεντερμούτ. ἐρρῶσθαί σε εὔχομαι. εἰς Πωὶ Ταχνούμι ἀπὸ Ἀμμωνίου ἀδελφοῦ