Ancient Greek
P.Paris p. 422-426 no. 18 quater
Documentary Papyri, P.Paris p. 18quater
Not analysed yet
Κ …Αὐτοκράτωρ τὴν ὁδὸν …περὶ τῶν σῶν πραγμάτων λέγουσι ὅτι εἰς καλὸν ἥκει τὰ σὰ ὅπου δύνασαι ζῆν ἕως ὁ θεῖος σοὶ διαλλαγῇ. Αὐτοκράτωρ ἐξῆλθε τὴν πόλιν Φαμενὼθ τῇ μιᾷ καὶ εἰκάδι. περὶ ὧν μοι γράφεις μέλει μοι. ὅταν εἰσέλθῃς, καλῇ ὥρᾳ, εὑρήσεις συνείδησιν. ἀσπάζεταί σε πολλὰ ὁ πατήρ σου Ὡρίων καὶ ἡ μήτηρ σου Ἑρμιόνη καὶ Σπάρθος καὶ ἡ σύμβιος αὐτοῦ καὶ Ὠριγενία καὶ Ἰουλιανὸς καὶ Ἀσκληπιάδης καὶ Διονύσιος καὶ ἡ σύμβιος αὐτοῦ καὶ τὰ παιδία Κα…ισρεῦς καὶ Ἑρμαίων καὶ τὰ ἀβάσκαντά σου θρεπτάρια, κατʼ ὄνομα πάντες.