Ancient Greek
21.1 to 21.43
Documentary Papyri, P.Paris p. 21.1-43
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, βασιλείας τοῦ γαληνοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ἕκτου Παῦνι θ ἰνδικτίωνος ε. Αὐρηλίαι Πύρας ἐκ πατρὸς Βησᾶτος μητρὸς Μαρίας, ὑπὲρ δὲ ἐμοῦ καὶ τῆς ἐμῆς ἀδελφῆς μου Ῥωσὲ τὴν χώραν αὐτῆς ποιῆσαι, καὶ Ἀνθερία ἐκ πατρὸς Σενούθου μητρὸς Κύρας ἀπὸ κώμης Θινὸς τοῦ Θινίτου νομοῦ παρέχουσαι ὑπὲρ αὑτῶν ὑπογραφέα καὶ μάρτυρας τῆσδε τῆς αἰωνίας πράσεως τοὺς ἑξῆς ὑπογράφοντας ταύτην, τιθέμεθα τήνδε τὴν καταγραφὴν καθʼ ἁπλῆν ἔγγραφον ἀσφάλειαν ἐμμεῖναι ταύτῃ τῇ ἐννόμῳ πράσει καὶ μὴ παραβῆναι αὐτὴν διὰ παντός· Αὐρηλίῳ Παχυμίῳ Ψάτου πορφυροπώλῃ ἀπὸ Πανὸς πόλεως νῦν σὺν τῇ τοῦ θεοῦ προνοίᾳ παραμένοντι ἐν τῇ αὐτῇ κώμῃ Θινὸς χαίρειν. ὁμολογοῦμεν γνώμῃ ἑκουσίᾳ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ συνειδήσει καὶ ἀμετατρέπτῳ λογισμῷ καὶ ἀμετανοήτῳ προαιρέσει, βεβαίᾳ δὴ ὀρθῇ διανοίᾳ, παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ καὶ ἐξουσίᾳ πάσῃ καὶ αἰωνίᾳ κατοχῇ πεπρακέναι καὶ καταγεγραφηκέναι καλῇ πίστει σοι σήμερον πεπεισμέναι τὴν διαφέρουσαν ἡμῖν οἰκίαν ὁλόκληρον μετὰ παντὸς αὐτῆς τοῦ δικαίου διακειμένην ἐπὶ τῆς αὐτῆς κώμης Θινὸς ἐπὶ ῥύμης καλουμένης τῆς φυλακῆς ἐλθοῦσαν εἰς ἡμᾶς ἀπὸ κληρονομίας διαδοχῆς ἀκολούθως οἷς ἔχομεν δικαίοις καὶ ἀσφαλείαις πάσης περὶ αὐτῆς ἐκ τετραγώνου τῆς προκειμένης οἰκίας οὕτως· νότου οἰκία Μουσαίου Ψάρου πρεσβυτέρου εἰς ἣν ἀνέῳκται ἡ θύρα· βορρᾶ ῥύμη δημοσία· λιβὸς οἰκία Μοναθίου Παμίδου· ἀπηλιώτου οἰκία Πεβῶτος Ὥρου καὶ οἰκία τοῦ πριαμένου Παχυμίου ἢ οἳ ἂν ὦσι γείτονες παντὶ πάντοθεν ἀπὸ ἐδάφους μέχρι ἀέρος, καὶ πρὸς τὸ σὲ τὸν πριάμενον Παχύμιν κυριεύειν τούτων καὶ ἐπικρατεῖν καὶ τὴν πᾶσαν ἔχειν δεσποτείαν καὶ βελτιοῦν καὶ οἰκοδομεῖν καὶ πωλεῖν καὶ μεταπωλεῖν εἰ βουληθείης ἐπὶ κληρονόμοις διαδόχοις καὶ διακατόχοις καταλεῖψαι καὶ χαρίσασθαι, καὶ …περι… ἐὰν βουληθῇς ἐπὶ τὸν ἅπαντα χρόνον, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης πρὸς τὴν δοκιμασίαν ἡμῶν χρυσοῦ κεράτια δεκατρία γίνεται χρυσοῦ κεράτια ιγ φ ἥνπερ τιμὴν τελείαν ἐσχήκαμεν ἡμεῖς αἱ ἀποδόμεναι Πύρας καὶ Ἀνθερία παρὰ σοῦ τοῦ ἐωνημένου Παχυμίου ἀπὸ χειρὸς εἰς χεῖρας ἐξ οἴκου ἀριθμῷ πλήρει ἐφʼ ᾧ ἐπείσθημεν, τῆς βεβαιώσεως τούτων γιγνομένης παρʼ ἡμῶν καὶ παρὰ τῶν κληρονόμων ἡμῶν διαδόχων καὶ διακατόχων κατὰ πᾶσαν βεβαίωσιν ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου ὑπέρ τε τοῦ ἡμῶν ὀνόματος ἢ ἰδιωτικοῦ χρέους ἢ δημοσίου ὀφλήματος ἢ ἄλλου