Ancient Greek
21.44 to 21.58
Documentary Papyri, P.Paris p. 21.44-58
Not analysed yet
τινὸς ἁπαξαπλῶς ἐν παντὶ καιρῷ ἐπάναγκες εἰ δὲ συμβαίῃ, ὃ μὴ εἴη, ἐκνίκησιν ἢ ἀμφισβήτησίν τινα γενέσθαι περὶ τοῦτον ἢ περὶ μέρος αὐτοῦ ἐπὶ τῷ ἡμᾶς τὰς ἀποδομένας καὶ τοὺς ἡμῶν κληρονόμους καὶ διαδόχους καὶ διακατόχους ἰδίοις ἡμῶν ἀναλώμασιν ἀποστήσειν καὶ ἀποσοβεῖν πάντα τὸν ἐπελευσόμενον ἢ ἀντιποιησόμενον ἢ ἐπιγνῶναι τὸ προκείμενον τίμημα ἐν διπλῷ καὶ πάντα τὰ ἀναλώματα καὶ τὰ δαπανήματα τὰ ἀναλωθέντα εἴς τε βελτίωσιν τῆς τούτου οἰκοδομῆς καὶ εἰς δίκην εἰ τι κηνθις …συμβαίη γενηθῆναι ὁμοίως ἐν διπλῷ …καὶ δώσειν λόγῳ προστίμου χρυσοῦ νομίσατα ἕξ. καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρηλίαι Πύρας καὶ Ἀνθερία αἱ προκείμεναι ἐθέμεθα ταύτην τὴν πρᾶσιν ἑκοῦσαι καὶ πεπεισμέναι καὶ στοιχεῖ ἡμῖν πάντα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῆς Ἠλίας Βησᾶτος πρεσβύτερος ἀπὸ Θινός. Μουσαῖος Παπνουθίου πρεσβύτερος ἀπὸ Θινὸς μαρτυρῶ τῇ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων ἐγράφη διʼ ἐμοῦ Παύλου