Ancient Greek
21bis.21 to 21bis.34
Documentary Papyri, P.Paris p. 21bis.21-34
Not analysed yet
παρὰ σοῦ τοῦ ἐωνημένου Παχυμίου διὰ χειρὸς εἰς χεῖρας ἐξ οἴκου ἀριθμῷ πλήρει ἐφʼ ᾧ ἐπείσθημεν, τῆς βεβαιώσεως τούτων γιγνομένης παρʼ ἡμῶν καὶ παρὰ κληρονόμων ἡμῶν καὶ διαδόχων καὶ διακατόχων κατὰ πᾶσαν βεβαίωσιν ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ὑπέρ τε τοῦ ἡμῶν ὀνόματος ἢ δημοσίου ὀφλήματος ἢ ἰδιωτικοῦ χρέους ἢ ἄλλου τινὸς ἁπαξαπλῶς ἐν παντὶ καιρῷ ἐπάνεγκες · εἰ δὲ συμβαίῃ ὃ μὴ εἴη, ἐκνίκησιν ἢ ἀμφισβήτησίν τινα γενέσθαι περὶ τούτων ἐπὶ τῷ ἡμᾶς τοὺς ἀποδομένους καὶ τοὺς ἡμῶν κληρονόμους καὶ διαδόχους καὶ διακατόχους ἰδίοις ἡμῶν ἀναλώμασιν ἀποστήσειν καὶ ἀποσοβεῖν πάντα τῶν ἐπελευσομένων ἢ ἀντιποιησομένων ἢ ἐπιγνῶναι τὸ προκείμενον τίμημα ἐν διπλῷ καὶ πάντα τὰ ἀναλώματα καὶ τὰ δαπανήματα τὰ ἀναλωθέντα εἴς τε βελτίωσιν τῆς τούτων οἰκοδομῆς· καὶ εἰς δίκην εἰ συμβαίῃ γενηθὲν ἀφʼ ὁμοίων ἐν διπλῷ ἀποκαταστήσειν σοι, ἔτι καὶ δώσειν λόγῳ προστίμου χρυσᾶ ἁπλᾶ β μετὰ καὶ τοῦ ταύτην τὴν πρᾶσιν ἀρραγῆ καὶ ἀσάλευτον εἶναι ἐπὶ τὸ παντελὲς ἥνπερ ἐθέμεθα πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ψάτης καὶ Μαρίας γαμετὴ αὐτοῦ οἱ προκείμενοι ἐθέμεα ταύτην τὴν πρᾶσιν ἑκόντες καὶ πεπεισμένοι καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν ἀξιωθεὶς Ψάτης Παπνουθίου διάκονος ἀπὸ Θινός. Βησατᾶς Ἠλία διάκονος ἀπὸ Θινὸς μαρτυρῶ τὴν πρᾶσιν ἀκούσας παρὰ τῶν θεμένων Ἀθανάσιος Πααμίου πρεσβύτερος ἀπὸ Θινὸς μαρτυρῶ τὴν πρᾶσιν ἀκούσας παρὰ τῶν θεμένων. ἐγράφη διʼ ἐμοῦ Ἰουλίου συμβολαιογράφου