Ancient Greek
21bis.1 to 21bis.20
Documentary Papyri, P.Paris p. 21bis.1-20
Not analysed yet
χωρ… βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου τῆς οἰκουμένης Φλαουίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δεκάτου Παῧνι κ, ἀρχῇ ια ἰνδικτίωνος ἐν κώμῃ Θινὸς ἐν Θηβαίου ἐπαρχίας. Αὐρήλιοι Ψάτης Ἀβρααμίου μητρὸς Τμούθης πορφυροπώλης καὶ τούτου γαμετὴ αὐτοῦ Μαρίας ἐκ πατρὸς Φιλάμων μητρὸς Τανισκένης ἅπαντες ἀπὸ Πανὸς πόλεως, νῦν δὲ πρὸ πολλοῦ τοῦ χρόνου ἐν τῇ κώμῃ Θινὸς τοῦ Θινίτου νομοῦ, παρέχοντες ὑπὲρ αὐτῶν ὑπογραφέα καὶ μάρτυρας τῆσδε τῆς αἰωνίας πράσεως τοὺς ἑξῆς ὑπογράφοντας, τιθέμεθα τήνδε τὴν καταγραφὴν καθʼ ἁπλῆς ἔγγραφων ἀσφάλειαν ἐμμεῖναι ταύτῃ τῇ ἐννόμῳ πράσει καὶ μὴ παραβῆναι αὐτὴν διὰ παντός· Αὐρηλίῳ Παχυμίῳ τῷ γλυκυτάτῳ ἡμῶν υἱῷ καὶ αὐτῷ πορφυροπώλῃ ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. καθʼ ἣν ὁμολογοῦμεν γνώμῃ ἑκουσίᾳ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ συνειδήσει καὶ ἀμετατρέπτῳ λογισμῷ καὶ ἀμετανοήτῳ προαιρέσει, βεβαίᾳ δὴ ὀρθῇ διανοίᾳ, παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ καὶ ἐξουσίᾳ πάσῃ αἰωνίᾳ κατοχῇ πεπρακέναι καὶ καταγεγραφηκέναι καλῇ πίστει σοι σήμερον πεπεισμένοι τὸ διαφέρον ἡμῖν οἰκίαν σεσαθρωμένην καὶ κελλίον σὺν τῷ ψιλῷ τόπῳ μετὰ παντὸς αὐτῶν τοῦ δικαίου διακειμένην ἐπὶ τῆς αὐτῆς κώμης ἐπὶ ῥύμης καλουμένης τῶν κληρονόμων Παχὼτ καὶ τοῦ ἐλαιουργίου τῶν κληρονόμων Παχαρεαβέ, ἐλθοῦσαν ἡμᾶς ἀπὸ ἀγορατικοῦ παρὰ Βίκτορος Ψαίου καὶ Σενούθου Φαλίουτος ἀκολούθως τῇ δυνάμει τῶν δύο παλαιῶν πράσεων τῶν καὶ παρατιθεισῶν σοι παρʼ ἡμῶν ἐκ τετραγώνου τῆς προκειμένης οἰκίας καὶ τοῦ ψιλοῦ τόπου καὶ κελλίου οὕτως· νότου τοῦ ἐλαιουργίου τῶν κληρονόμων Παχαρεαβέ· βορρᾶ συνημμένην τῇ οἰκίᾳ Πέβωτος Ὥρου· λιβὸς τῇ οἰκίᾳ κληρονόμων Βίκτορος πρεσβυτέρου καὶ Πέβωτος Ὥρου, εἰς ἣν ἀνέῳκται ἡ θύρα· ἀπηλιώτου ῥύμη δημοσία ἢ οἳ ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν ἀπὸ ἐδάφους μέχρι ἀέρος, καὶ πρὸς τὸ σὲ τὸν πριάμενον Παχύμιν κυριεύειν τούτων καὶ ἐπικρατεῖν καὶ τὴν πᾶσαν ἔχειν δεσποτείαν καὶ βελτιοῦν καὶ οἰκοδομεῖν καὶ πωλεῖν καὶ μεταπωλεῖν εἰ βουληθείης καὶ κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις καταλεῖψαι καὶ χαρίσασθαι καὶ χρήσασθαι περὶ αὐτὸν, τρόπῳ ὡς ἂν βουληθῇς ἐπὶ τὸν ἅπαντα καὶ διηνεκὲς χρόνον· τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης πρὸς τὴν δοκιμασίαν Σενούθου οἰκοδόμου ἀπὸ τῆς αὐτῆς κώμης χρυσοῦ νομισμάτια δεσποτικὰ ἁπλᾶ δόκιμα τρία ἑκατὸν παρὰ κεράτιον ἒν σταθμῷ τῷ Φυλλωφ, χρυσοῦ νομισμάτια γ παρὰ α ἥνπερ τιμὴν τελείαν ἐσχήκαμεν ἡμεῖς οἱ ἀποδόμενοι Ψάτης καὶ Μαρίας γαμετὴ αὐτοῦ