Ancient Greek
P.Petaus 10
Documentary Papyri, P.Petaus 10
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. πρὸς τὰ ἐπισταλέντα σοι ὑπὸ Ἀππιανοῦ τοῦ πρὸ σοῦ στρατηγοῦ ἐξ ἐπιστολῆς γραφείσης αὐτῷ ὑπὸ Οὐεσσιδίου Ῥουφίνου τοῦ κρατίστου διοικητοῦ πρὸς βιβλίδιον ἐπιδοθὲν αὐτῷ ὑπὸ Ἀρτεμᾶ Πτολεμαίου κατηγοροῦντος Νεσεῦτος κωμογραμματέως Καρανίδος ὡς χρεώστου ὄντος καὶ ἀπόρου δηλῶ τὸν Νεσεῦν χρηματίζειν Νεσεῦν Νεσεῦτος τοῦ Ἡρακλᾶ ὁ διὰ λόγων πάππου Νεσεῦτος μητρὸς Σαραποῦτος ἀπὸ Πτολεμαίδος Ὅρμου, ᾧ ὑπάρχει ἐν κώμῃ Πτολεμαίδι Ὅρμου ἥμισυ τέταρτον μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ ψιλοῦ τόπου ἄξιον δραχμῶν Αψ καὶ ἐν ἑτέρῳ τόπῳ ἄλλης οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ ἐπαύλεως ὁμοίως ἥμισυ τέταρτον μέρος ἄξιον δραχμῶν Ατ, γίνονται τιμήματος δραχμαὶ Γ, ἐφʼ ᾧ καὶ εἰς κλῆρον πεπέμφθαι καὶ κεκληρῶσθαι εἰς τὴν κωμογραμματείαν. ἔτους κδ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ, Παχὼν ζ