Ancient Greek
P.Petaus 11
Documentary Papyri, P.Petaus 11
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. πρὸς τὰ ἐπισταλέντα σοι ὑπὸ Ἀππιανοῦ τοῦ πρὸ σοῦ στρατηγοῦ ἐξ ἐπιστολῆς γραφείσης αὐτῷ ὑπὸ Οὐεσσιδίου Ῥουφείνου τοῦ κρατίστου διοικητοῦ πρὸς βιβλίδιον ἐπιδοθὲν αὐτῷ ὑπὸ Ἀφροδισίου Σουχᾶ κατηγοροῦντος Ἰσχυρίωνος κωμογραμματέως Ταμαύεως ἐπὶ τῷ αὐτὸν εἶναι χρεώστην καὶ ἄπορον καὶ ἀγράμματον δηλῶ τὸν μὲν Ἰσχυρίωνα χρηματίζειν Ἰσχυρᾶν Ἁτρῆτος τοῦ Ἥρωνος μητρὸς Τανεσεῦτος ἀπὸ Πτολεμαίδος Ὅρμου, ᾧ ὑπάρχει ἃ ἀπεγράψατο τῷ ἐνεστῶτι κδ ἔτει μηνὶ Φαμενὼθ κδ διὰ τοῦ τῶν ἐνκτήσεων βιβλιοφυλακίου ὥς φησι ἐληλυθότα εἰς αὐτὸν ἀπὸ κληρονομίας τῶν γονέων κατὰ τὸ τῆς πρεσβυτερείας δίκαιον 𐅵μέρος τῶν ὑπογεγραμμένων πατρικῶν μὲν ἐν τῇ κώμῃ 𐅷μέρους δ μέρους ψιλοῦ τόπου, ὡς ἐπιβάλλειν αὐτῷ ιβ μέρος ἄξιον δραχμῶν τ, καὶ ὁμοίως 𐅷μέρους δ μέρους ψιλοῦ τόπου, ὡς ἐπιβάλλειν αὐτῷ ιβ μέρος ἄξιον δραχμῶν μ, καὶ 𐅷ὀγδοηκοστὸν μέρους …ετ οἰκίας καὶ αὐλῆς, ὡς ἐπιβάλλειν αὐτῷ ϛ εἰκοστὸν μέρος ἄξιον δραχμῶν χ, καὶ ὁμοίως ἄλλου 𐅷μέρους 𐅵μέρους οἰκίας καὶ αὐλῆς, ὡς ἐπιβάλλειν αὐτῷ ϛ μέρος ἄξιον δραχμῶν υ, καὶ περὶ τὴν κώμην ὁμοίως 𐅷μέρους κλήρου κατοικικοῦ ἀρούρης α δ, ὡς ἐπιβάλλειν αὐτῷ ἀρούρης γ ιβ ἄξιον δραχμῶν ρκ καὶ περὶ Ταγχοῖριν ὁμοίως 𐅷μέρους κλήρου κατοικικοῦ ἀρούρης 𐅵η καὶ τετάρτου μέρους ἐπιβολῆς ἀρούρης γ, ὡς ἐπιβάλλειν αὐτῷ ἀρούρης …καὶ ἐπιβολῆς ἀρούρης κδ ἄξια δραχμῶν ρμ μητρικῶν δὲ ἐν τῇ αὐτῇ κώμῃ γ μέρους οἰκίας καὶ αὐλῆς, ὡς ἐπιβάλλειν αὐτῷ ϛ μέρος ἄξιον δραχμῶν ψ, καὶ περὶ Ταγχοῖριν ἱερᾶς γῆς ἀρουρῶν 𐅷𐅵δ, ὡς ἐπιβάλλειν αὐτῷ ἄρουραν α δ η ἀξίαν δραχμῶν ψ, γίνονται ἐπὶ τὸ αὐτὸ τιμήματος δραχμαὶ Γ, ἐφʼ ᾧ καὶ εἰς κλῆρον πεπέμφθαι καὶ κεκληρῶσθαι εἰς τὴν κωμογραμματείαν, μὴ εἶναι δὲ καὶ ἀγράμματον αὐτόν, ἀλλὰ ὑπογράφειν οἷς ἐπιδίδωσι στρατηγῷ καὶ ἄλλοις βιβλίοις τῆς κωμογραμματείας. ἔτους κδ Παχὼν ζ