Ancient Greek
P.Petaus 13
Documentary Papyri, P.Petaus 13
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Σύρων καὶ ἄλλων κωμῶν. πρὸς ὑπόσχεσιν δοθεῖσάν σοι ὑπὸ Τασωύκιος Παθύνεως μετὰ κυρίου τοῦ ἀνδρὸς Σοκμήτιος Παθύνεως βουλομένης ὠνήσασθαι ἐκ τῶν εἰς πρᾶσιν ὑπερκειμένων τῆς διοικήσεως πρότερον Σοκμᾶ Σοκμᾶ τοῦ Σοκμᾶ γενομένου σιτολόγου ἐν τῇ κώμῃ οἰκίαν καὶ οἰκίδιον καὶ αὐλήν, γείτονες τῶν ὅλων νότου ψιλοὶ τόποι βορρᾶ εἴσοδος καὶ ἔξοδος λιβὸς Ψονθνεῦτος Πα… καὶ μετόχων οἰκία καὶ εἴσοδος καὶ ἔξοδος ἀπηλιώτου Παθύνεως …οἰκία, τιμῆς ἀργυρίου δραχμῶν …καὶ τῶν ἑπομένων, δηλῶ τὰ προκείμενα οἰκόπεδα θεωρούμενα διʼ ἐπισκέψεως ὁρισμοῦ διόλου ἀδεσπότων ἀπράτων μὴ ἄξια προκηρυχθῆναι διὰ τὴν αἰσχρὰν διάθεσιν δραχμῶν …,ἐξ ὧν μηδὲν περιγίνεσθαι τῇ ἀνὰ χεῖρα πενταετίᾳ διὰ τὸ εἶναι ἄφορα ἔτι πάλαι ἀπὸ ιθ ἔτους Κομμόδου. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου