Ancient Greek
P.Petaus 12 [inv. 316]
Documentary Papyri, P.Petaus 12
Not analysed yet
Ἀπολλωνίωι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἁρποκρατίωνος Σισόιτος καὶ Ὥρου Ὥρου καὶ Ἁρπαήσιος Πεσσοραίπιος καὶ Ὥρου Ὥρου μητρὸς Θαήσεως καὶ Ἁρπαήσιος Ὀννώφρεως τῶν ε πρεσβυτέρων κώμης Κερκεσούχων Ὄρους. ὁ νυνὶ ὢν ἀρχέφοδος τῆς κώμης Φαῆσις Μύσθου ἐπικαλούμενος Κολλοῦθος πάνυ ἄπορός ἐστιν καὶ ἀνόμοιος πρὸς τὴν λειτουργίαν καὶ τὴν ὑπηρεσίαν. τοῦ μὲν τοιούτου διαφέροντος ἡμῖν τοῖς πρεσβυτέροις ἀναγκαίως ἐπιδίδομεν καὶ ἀξιοῦμεν κελεῦσαί σε ἐπιστεῖλαι τῷ τῆς κώμης κωμογραμματεῖ ἕτερον ἀντʼ αὐτοῦ ἐπιτήδειον εἰς τὴν χρείαν ἀναδοῦναι ἵνʼ ᾦμεν βεβοηθημένοι. Ὧρος Ὥρου ἐπιδέδωκα. ἔτους κε Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ζ