Ancient Greek
P.Petaus 16
Documentary Papyri, P.Petaus 16
Not analysed yet
…στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. ἐπιζητοῦντί σοι πρὸς ὑπόσχεσίν σοι δοθεῖσαν ὑπὸ Τα… μετὰ κυρίου τοῦ πατρὸς …ου Μάρωνος ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου βουλομένης ὠνήσασθαι ἐκ τῶν εἰς πρᾶσιν ὑπερκειμένων τῆς διοικήσεως πρότερον Φανίου Ἰσχυρίωνος τοῦ Φανίου γενομένου ἀρχεφόδου ἃ δηλοῦται ὡς προδεδομένα ὑπʼ αὐτοῦ ἀπογραφῆναι, 𐅵μέρος οἰκίας καὶ αὐλῆς καὶ γ μέρος ψιλοῦ τόπου καὶ ἐν ἑτέρῳ τόπῳ …μερος οἰκίας καὶ σιτο… σὺν χοινίκεσιν, ὧν γείτονες τοῦ 𐅵μέρους οἰκίας καὶ αὐλῆς τῆς ὅλης νότου Ἰσχυρίωνος Πνεφερῶτος οἰκία βορρᾶ …λιβὸς ῥύμη βασιλικὴ …ίωνος Σύρου …ν… οἰκία, καὶ γείτονες τοῦ γ μέρους ψιλοῦ τόπου τοῦ ὅλου νότου καὶ ἀπηλιώτου ῥύμη βασιλικὴ βορρᾶ …λιβὸς Ἀφροδισίου Νεσεῦτος τοῦ Φανήσεως οἰκία, καὶ γείτονες τοῦ …μέρους οἰκίας τῆς ὅλης …ανίου αὐλὴ …Ἰσχυρίωνος …ς Πετεχ …δημοσι ,τιμῆς ……καὶ τῶν ἑπομένων …